Ancient Greek
Stud.Pal. 20 53
Documentary Papyri, Stud.Pal. 20 53
Not analysed yet
……ου Σωτη ρ …ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρηλίῳ Καλλινείκῳ Νεμεσίωνος ἀγορανομήσαντι βουλευτῇ τῆς αὐτῆς πόλεως· μεμίσθωμαι παρὰ σοῦ τὸ ὑπάρχον σοι ἐν Ἡρακλέους πόλει ἐν τῇ Ἑλληνικῇ ἀγορᾷ δίμοιρον μέρος οἰκίας ἐπὶ χρόνον ἔτη …ἀπὸ τοῦ ὄντος μηνὸς Θὼθ τοῦ ἐνεστῶτος δ ἔτους ἐνοικίου κατʼ ἔτος ἀργυρίου δραχμῶν ἑκατὸν ἑξήκοντα ἃς καὶ ἀποδώσω σοι κατʼ ἔτος ἐν τέσσαρσι δόσεσι ἀνυπερθέτως καὶ οὐκ ἐξέσται μοι ὑφαίνειν ἐν τῇ οἰκίᾳ εἰ μὴ ἐν τῷ πυλῶνι μέχρι τριῶν γερδίων· ἐὰν δὲ βουληθῶ ὑφαίνειν ἱμάτιά μου ἴδια ἐξουσίαν ἔχω μέχρι τεσσάρων γερδίων· τῆς πράξεώς σοι οὔσης ἔκ τε ἐμοῦ καὶ ἐκ τῶν ὑπαρχόντων μοι πάντων πράσσοντι καθάπερ ἐκ δίκης καὶ ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους δ Αὐτοκράτορος Καίσαρος Μάρκου Ἰουλίου Φιλίππου Εὐσεβοῦς Εὐτυχοῦς καὶ Μάρκου Ἰουλίου Φιλίππου γενναιοτάτου καὶ ἐπιφανεστάτου Καίσαρος Σεβαστῶν Θὼθ β Αυρ