Ancient Greek
54.1.1 to 54.1.22
Documentary Papyri, Stud.Pal. 20 54.1.1-22
Not analysed yet
Αὐρήλιος Ἑρμόφιλος Ὡρίωνος κοσμητεύσας Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης Αὐρηλίῳ Εὐδαίμονι τῷ καὶ Θεοδότῳ γυμνασιαρχήσαντι καὶ ἀρχιερατεύσαντι βουλευτῇ διαδεχομένῳ τὴν πρυτανείαν τῆς αὐτῆς πόλεως τῷ τιμιωτάτῳ χαίρειν· φθάσας μὲν ἐπέστειλα τῇ κρατίστῃ βουλῇ διὰ σοῦ τὰ διὰ τοῦ ἐπιστάλματος τοῦ τοῦ νομοῦ στρατηγοῦ Αὐρηλίου Ἱέρωνος διὰ Αὐρηλίου Ἑρμοῦ στρατηγικοῦ ὑπηρέτου ἀντιγραφέντα μοι ὑπὸ τοῦ λαμπροτάτου ἡμῶν ἡγεμόνος Ἀππίου Σαβείνου, πρὸς ἃ ἠξίουν παρʼ αὐτοῦ ἐξιστανόμενος πάντων ὧν ἔχω τοῖς προβαλομένοις τὸν ἡμέτερον υἱὸν Αὐρήλιον Ὡρίωνα τὸν καὶ Ἑρμαῖον εἰς κοσμητείαν τῆς αὐτῆς πόλεως μεθʼ ἣν ὑπογύως ἐξετέλεσα ὑπὲρ ἐμαυτοῦ ἐξαναλωθείς, διʼ ὧν ἠθέλησεν τὸν κίνδυνον τῆς προβολῆς εἶναι πρὸς τοὺς ὀνομάσαντας, τὸν δὲ τοῦ νομοῦ στρατηγὸν βίαν γεινομένην κωλῦσαι, εἰ γείνοιτο παρὰ τὰ ὑπʼ αὐτοῦ σωτηρίως διηγορευθέντα, ἅπερ ἐπενήνεκται ἀκολούθως τῇ ἐκδοθείσῃ μοι ὑπὸ τοῦ εἰς τοῦτο ἐπισταλέντος ὑπηρέτου ὑπογραφῇ ἐπὶ τῆς μιᾶς καὶ εἰκάδος τοῦ ὄντος μηνὸς Ἐπείφ· ἐχθὲς δὲ ἥτις ἦν κβ Ἐπεὶφ ἐξεδόθη μοι διὰ βουλευτικοῦ ὑπηρέτου ἐπίσταλμά σου τοῦ Εὐδαίμονος τοῦ καὶ Θεοδότου αὐτοπροσώπως ἀντεπιστείλαντος περὶ τῆς αὐτῆς ἀρχῆς μετʼ ἔκστασιν καὶ παραμερισθέντα ἐκ τῶν νόμων καὶ τῆς ὑπογραφῆς ἐπιφθόνως τινὰ δηλώσαντος κατὰ τὸ ἀναγκαῖον. καὶ νῦν ἀντεπιστέλλω σοι ἐπειδήπερ τῷ ἐκστάντι καὶ τῶν ἰδίων ἀφισταμένῳ ὑπάρχει ἐκ τῶν νόμων καὶ τῶν θείων διατάξεων αὕτη ἡ βοήθεια τὸ μηδεμίαν βίαν πάσχειν οἷς ἁρμοζόμενος ὁ λαμπρότατος ἡγεμὼν καὶ καθοσιούμενος ἠθέλησεν τὸν στρατηγὸν βίαν κωλῦσαι προσθεὶς τὸν κίνδυνον τῆς προβολῆς εἶναι περὶ τοὺς ὀνομάσαντας. εἰ δὲ οἴει σὺ αὐτὸς τὰ πάντα μου λαβὼν ἀντὶ τοῦ νενομισμένου τρίτου τὰ τῇ ἀρχῇ διαφέροντα πάντα ἀποπληρώσεις καὶ μὴ ἐνεδρεύειν μήτε τὴν πόλιν μήτε τὴν κρατίστην βουλήν. ἀρκεσθήσομαι γὰρ τῷδε τῷ ἀντεπιστάλματι ἐν μεγίστῳ δικαιώματι. Αὐρήλιος Ἑρμόφιλος Ὡρίωνος κοσμητεύσας ἐρρῶσααί σε εὔχομαι φίλτατε. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ κγ.