Ancient Greek
54.2.1 to 54.2.22
Documentary Papyri, Stud.Pal. 20 54.2.1-22
Not analysed yet
Αὐρηλίῳ Ἀππίῳ Σαβείνῳ τῷ λαμπροτάτῳ ἡγεμόνι παρὰ Αὐρηλίου Ἑρμοφίλου Ὡρίωνος κοσμητεύσαντος Ἑρμουπόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης· ἐπίσταλμα δισσὸν γραφὲν ὑπʼ ἐμοῦ πρὸς τόν τὴν πρυτανείαν διαδεχόμενον Αὐρήλιον Εὐδαίμονα τὸν καὶ Θεόδοτον γυμνασιαρχήσαντα βουλευτὴν τῶν αὐτῶν Ἑρμοπολιτῶν πρὸς ἃ αὐτὸς ἀντεπέστειλέν μοι αὐτοπροσώπως μόνος περὶ κοσμητείας εἰς ἣν ὠνομάσθη οὐ δεόντως ὁ ἡμέτερος υἱὸς Αὐρήλιος Ὡρίων ὁ καὶ Ἑρμαῖος μεθʼ ἣν ἐξετέλεσα ὑπὲρ ἐμαυτοῦ προτέραν ὑπογύως φθάσαντός μου ἐπιστείλαντος τῇ κρατίστῃ βουλῇ διʼ αὐτοῦ τὰ ἀντιγραφέντα μοι ὑπὸ τοῦ λαμπροτάτου ἡγεμόνος σοῦ τοῦ δεσπότου δηλαδὴ ἐξ ἀξιώσεώς μου μετʼ ἐκστάσεως πάντων τῶν ὑπαρχόντων μου πρὸς τὴν ἄνομον ὀνομασίαν καὶ μὴ δεχομένου αὐτὰ ὡς περιέχει ἀποτίθεμαι ἐν τῷ ἐνταῦθα Σεβαστείῳ παρὰ τοῖς ἱεροῖς ἴχνεσι τοῦ κυρίου ἡμῶν καὶ θεοφιλεστάτου Αὐτοκράτορος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ καὶ Ἑρεννίας Κουπρεσήνας Ἐτρουσκίλλας Σεβαστῆς ἅμα τῷδε τῷ μαρτυροποιήματι πρὸς τὸ μηδὲν τὸ σὸν μέγεθος λανθάνειν ἀσφαλιζόμενος τὴν περὶ ἐμὲ φρουρὰν διὰ ὑπηρέτου βουλευτικοῦ καὶ φύλακος τῆς πρυτανείας ἔτι ἀπὸ εἰκάδος τοῦ ὄντος μηνὸς Ἐπεὶφ παρὰ τὰ ὑπὸ σοῦ σωτηρίως διηγορευμένα, φυλασσομένων μοι ὧν ἔχω παντοίων δικαίων. διευτύχει. ἔτους α Αὐτοκράτορος Καίσαρος Γαίου Μεσσίου Κυίντου Τραιανοῦ Δεκίου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἐπεὶφ κγ. Αὐρήλιος Ἑρμόφιλος Ὡρίωνος κοσμητεύσας ἀπεθέμην ὡς πρόκειται. Αὐρήλιος Ἡρωδίων ἔσχον ἴσον. ἔτους α Ἐπεὶφ κγ. τούτων τὰ ἴσα ἀπέθου.