Ancient Greek
Stud.Pal. 20 75
Documentary Papyri, Stud.Pal. 20 75
Not analysed yet
……ῳ …Βψ …Ε …Ε …Ε …ρη …α ……ας τοῦ Κεσαρίου …πρωμωτου τῆς οὐεξιλλατίωνος ἕνεκεν τῶν …ων …δ…α εἰπόντος …μηνὸς Παῦνι τάλαντα η μισθοῦ φρουροῦ τοῖς δ… ἐπὶ μηνὸς Μεσορὴ δραχμαὶ ξ μισθοῦ γερδίου εἰς Ἀλεξάνδρειαν γέρδιος ὁμοίως τάλαντα ρλϛ μισθοῦ βοηθοῦ μηνῶν δύο τάλαντα ρκ τιμῆς οἴνου κνιδίου α τῷ στρατιώτῃ ἐν τῇ οἰκίᾳ Δημητρίῳ θαρσικαρίῳ τάλαντα η Κολλίων βενεφικιάριος τοῦ ἡγεμόνος ἀπαιτῶν τὰς ἀννώνας τοῦ ἡγεμόνος σπαθία β τάλαντα μ τῷ ὑπηρέτῃ αὐτοῦ ἵνα μὴ φανίσαι τῷ στρατιώτῃ ὅτι ἐνθάδε ἐστὶν ὁ πραιπόσιτος τάλαντα ε φορέτρου ὄνου ἀγγαρείαςτῷ στρατιώτῃ ἕνεκεν τῶν δισεκτόρων ὄνος α τάλαντα κ Σαραπίωνι στρατιώτῃ καὶ Ἀριανῷ ἕνεκεν τῆς λοιπάδος τῶν στιχαρίων τῆς με τάλαντα με τιμῆς ξύλων καυσίμου εἰς τὴν ὑπηρεσίαν τῷ πραιποσίτῳ τῆς λεγεῶνος μεθʼ ἃ ἐδόθη ὑπὸ τοῦ πραιποσίτου ἄλλα τάλαντα κϛ καὶ ἀπὸ τοῦ προτέρου μερισμοῦ λοιπάζεται Ἀδμένθων τάλαντα κε γίνεται τάλαντα υϙγ κελλαρικοῦ ὁμοίως καὶ κρηπῖδα …αι κριθῆς τῆς ἀννώνας τοῦ ἡγεμόνος κ…ου ἀρτάβαι β οὕτως· Πρήκτεως κελλαρικοῦ οἴνου ξέσται π ἐκ ταλάντων δ δραχμῶν Β τάλαντα τμϛ δραχμαὶ Δ κρηπῖδα ὁμοίως ἐργάτης α ἐπὶ μῆνα τάλαντα σ Τιβερίου κρεῶν εἰς τὸ κελλαρικὸν λίτραι κ ἐκ ταλάντων δ δραχμῶν Β τάλαντα πϛ δραχμαὶ Δ κρηπῖδα ὁμοίως ἐργάται γ ἐπὶ μῆνα τάλαντα ξϛ δραχμαὶ Δ Σενομορῶ εἰς τὸ κελλαρικὸν κρέως λίτραι ιε ἐκ ταλάντων δ Β τάλαντα ξε κρηπῖδα ὁμοίως ἐργάται δ τάλαντα ν Κροκοδίλων εἰς τὸ κελλάριον ὄσπρεα ἤτοι τραγημάτων ξέσται η ἐκ ταλάντων ϛ δραχμῶν Δ τάλαντα νγ δραχμαὶ Β κρηπῖδα ὁμοίως πάσσαλοι κ ἐκ ταλάντων γ δραχμῶν Β τάλαντα ξϛ δραχμαὶ Δ κριθῆς εἰς τὴν ἀννώναν τοῦ ἡγεμόνος ἀρτάβαι κε τάλαντα τοε σίτου ὁμοίως ἀρτάβαι ι ἐκ ταλάντων λ τάλαντα τ. ταῦτα πάντα προέχρησα καὶ ἐδανεισάμην αὐτὰ μεθʼ ὕβρεως. μὴ οὖν ἀμελήσῃς με ἐν τάχει καὶ ἐξέρχομαι καὶ καταλείψω τὴν πόλιν καὶ ἐνοχλοῦμαι πάλιν τὴν λοιπάδατῆς κρηπῖδος καὶ τὸ ναῦλον· πρωτοτύπως ἀπόστειλόν μοι τὴν τιμὴν τοῦ σιτ…ου καὶ τὸ ναῦλον καὶ τὰ πρόσωπα ταῦτα ἐν τῇ σήμερον ἐπεὶ ἐνοχλοῦμαι πάνυ καὶ τούτων τῶν εἰδῶν χωρὶς τῶν ἀναλωμάτων ταλάντων Αχζ· τούτων ἔχω ἀποχὰς καὶ μετὰ ταῦτα ἔκαμον γράφων· ἑκατὸν οὖν ἐπιστολὰς σοὶ ἀπέστειλα.