Ancient Greek
Stud.Pal. 20 76
Documentary Papyri, Stud.Pal. 20 76
Not analysed yet
…χωι τῶι καὶ Βασιανῶι πραιποσίτωι Ἑρμοπολείτου παρὰ Αὐρηλίου Ἀπόλλωνος Πεκύσιος μητρὸς …λῃστοπιαστοῦ ἀπὸ κώμης Πακη τοῦ Ἑρμοπολίτου· ὁμολογῶ ὀμνὺς τὴν τῶν κυρίων ἡμῶν Αὐτοκρατόρων τε καὶ Καισάρων τύχην παραστήσειν τῇ πρὸ ε Καλανδῶν Μαρτίων τοὺς ὑπογεγραμμένους ἐργάτας ϛ ἀπὸ τῆς αὐτῆς κώμης ἀποστελλομένους εἰς τὰ περὶ Μαξιμιανόπολιν μέταλλα καὶ παραδοῦναι τῇ πρὸ α Νωνῶν Μαρτίων τοῖς ἐφεστῶσι τοῖς μετάλλοις. εἰσὶ δέ· …Βελληοῦς ἐτῶν λε …οϊτος ἐτῶν λ …ος ἐτῶν κγ …κος ἐτῶν λ …σιος ἐτῶν κ …τος ἐτῶν κβ οὓς καὶ παραστήσω ἀμέμπτως ἀποπληροῦντας τὴν χρείαν καὶ παραμένοντας μὴ ἀπολιπομένους ἄχρις ἀμείψεως αὐτῶν …