Ancient Greek
Stud.Pal. 22 15
Documentary Papyri, Stud.Pal. 22 15
Not analysed yet
Σοκνοπαίου Νήσου κάμηλος α Θεοδώρωι στρατηγῷ καὶ Τειμαγένει βασιλικῷ γραμματεῖ Ἀρσινοίτου Ἡρακλείδου μερίδος παρὰ Ἑκύσιος Ὥρου ἀπὸ κώμης Σοκνοπαίου Νήσου. ἀπογράφομαι πρώτως εἰς τὴν τοῦ ἐνεστῶτος κ ἔτους τῶν θρεμμάτων ἀπογραφὴν ἣν ἠγόρασα τῷ ἐνεστῶτι μηνὶ παρὰ Πτολεμαίου Λεωνίδου ἀπὸ κώμης Καρανίδος κάμηλον μίαν. διὸ ἐπιδίδωμι. ἀπεγράφη παρὰ στρατηγῷ διὰ Προτ… βοηθοῦ κάμηλος α Μεχεὶρ γ. ἀπεγράφη παρὰ βασιλικῷ κάμηλος α Μεχεὶρ γ. Πτολεμαῖος· ἐξηριθμήθη συμφώνως. ἐξηριθμήθη παρὰ βασιλικῷ γραμματεῖ συμφώνως Νεῖλος ὁ καὶ Σαπ ἀγορανομήσας διὰ Ἰσιδώρου βοηθοῦ· ἐξηριθμήθη συμφώνως