Ancient Greek
Stud.Pal. 22 16
Documentary Papyri, Stud.Pal. 22 16
Not analysed yet
Αὐρήλιος Τύραννος Διδύμου ἀρχιφύλαξ Αὐρηλίῳ Ἀπύγχει χαίρειν. ὁμολογῶ πεπρακέναι σοι ὄνον θηλυκὸν μέλαινα μίαν τιμῆς τῆς συμπεφωνημένης ἀργυρίου δραχμῶν τετρακοσίων ἅπερ ἀπείληφα καὶ βεβαιώσω σοι ἀπὸ παντὸς τοῦ ἐπελευσομένου τήνδε τὴν πρᾶσιν. ἔτους β Αὐτοκράτορος Καίσαρος Μάρκου Ὀπελλίου Σεουήρου Μακρίνου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Θὼθ ὀκτωκαιδεκάτῃ ιη