Ancient Greek
Stud.Pal. 22 172
Documentary Papyri, Stud.Pal. 22 172
Not analysed yet
ἔτους ἑβδόμου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστοῦ καὶ Αὐτοκράτορος Καίσαρος Λουκίου Αὐρηλίου Οὐήρου Σεβαστοῦ Θὼθ ιγ. διὰ τῆς Σαραπίωνος τραπέζης Ταμείων. Δίδυμος Διδύμου τοῦ καὶ Δημητρίου Σωσικόσμιος ὁ καὶ Ἀλθαιεὺς καὶ Παβοῦς Σαταβοῦτος Ἀγαθῷ Δαίμονι τῷ καὶ Σωσικράτῃ κεκοσμητευκότι υἱῷ Μύσθοῦ κεκοσμητευκότος ἀπέχειν αὐτὸν παρὰ τῶν προγεγραμμένων ἴσας ὧν ὤφειλον αὐτῷ κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης ἣν καὶ ἀναδέδωκεν αὐτοῖς εἰς ἀθέτησιν καὶ ἀκύρωσιν ἀργυρίου δραχμὰς τριακοσίας ἑξήκοντα, γίνονται δραχμαὶ τξ, καὶ μηδὲν αὐτοῖς ἐνκαλεῖν μέχρι τῆς ἐνεστώσης ἡμέρας. Ἀγαθὸς Δαίμων ὁ καὶ Σοσικράτης ἔχω καὶ σεσημείωμαι