Ancient Greek
Stud.Pal. 22 173
Documentary Papyri, Stud.Pal. 22 173
Not analysed yet
ἔτους πέμπτου Γαίου Καίσαρος Αὐτοκράτορος Σεβαστοῦ μηνὸς Σωτῆρος…δεκάτῃ ἐν Σεκνεπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ἐμίσθωσεν Ἁρπαγάθης Ἐριέως ὡς ἐτῶν …οὐλὴ μετώπῳ μέσῳ. Στοθοῆτις ὡς ἐτῶν …οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ Ἀπῦγχις ὡς ἐτῶν εἴκοσι τριῶν οὐλὴ πήχει ἐκ δεξιῶν ἀμφότεροι Πανεφρέμμιος Πέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν μεμισθώμεθα παρʼ αὐτοῦ τὸ ὑπάρχον αὐτῷ ἐλαιουργεῖον σὺν χοίνιξι δυσὶ καὶ μηχανῇ ἐλαιουργικῇ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἕως μηνὸς Καισαρείουτοῦ ἐνεστῶτος ἔτους ἕως ἐπαγομένων πέμπτης φόρου τοῦ παντὸς ἀργυρίου δραχμὰς …δώσουσιν δὲ οἱ μεμισθωμένοι τῷ Ἁρπαγάθῃ ἀπὸ τοῦ προκειμένου κεφαλαίου ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼ ἀπὸ μηνὸς Ἰουλιέως ἕως μηνὶ Δρουσιεῖ τριακάδι τοῦ αὐτοῦ ἔτους κατὰ μῆνα ἐκτίνοντες ἀργυρίου δραχμὰς τέσσαρας ,τὰς δὲ λοιπὰς ἄλλας δραχμὰς δέκα δύο δώσουσιν οἱ μεμισθωμένοι …ἐλαιουργείου ἐν αὐτῶι τὸ ὄργανον πᾶν δ… ξύλων τοῦ ἐλαιουργείου εἶναι πρὸς τοὺς μεμισθωμένους σὺν μισθοῖς τεκτόνων ἐλαιουργείου εἶναι πρὸς τὸν Ἁρπαγάθην ομ… ὑπογραφεὺς τῶν μεμισθωμένων …Τεσσενοῦφις ὡς ἐτῶν λε οὐλὴ μετώπῳ ἐκ δεξιῶν καὶ Σενοῦφις Σενούφιος ὡς ἐτῶν κγ οὐλὴ μετώπῳ …Στοτοῆτις καὶ Ἀπῦγχις ἀμφότεροι Πανεφρέμμιος οἱ δύο Πέρσαι τῆς ἐπιγονῆς ὄντες ἀλλήλων ἔνγυοι εἰς ἔκτισιν ὁμολογοῦμεν μεμισθῶσθαι παρὰ Ἁρπαγάθου τοῦ Ἐριέως ἐλαιουργεῖον σὺν μηχανῇ ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἕως μηνὶ Καισαρείωι τοῦ ἐνεστῶτος ἔτους ἐπαγομένων ε φόρου τοῦ παντὸς ἀργυρίου δραχμὰς τεσσαράκοντα ἃς καὶ διαγράψομεν ἀργυρίου δραχμὰς εἴκοσι ὀκτὼ ἀπὸ τοῦ προκειμένου ἀπὸ μηνὸς Ἰουλιέως ἐν μηνὶ Δρουσιεῖ κατὰ μῆνα ἕκαστον …δραχμὰς τέσσαρας ἃς καὶ διαγράψομεν τῷ μηνὶ …δραχμὰς δέκα δύο ἀπὸ τοῦ προκειμένου κεφαλαίου