Ancient Greek
Stud.Pal. 22 35
Documentary Papyri, Stud.Pal. 22 35
Not analysed yet
ἔτους δεκάτου Τιβερίου Κλαυδίου Καίσαρος Σεβαστοῦ Γερμανικοῦ Αὐτοκράτορος μηνὸς Φαμενὼθ δωδεκάτῃ ἐν τῇ Σοκνοπαίου Νήσῳ τῆς Ἡρακλείδου μερίδος τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογοῦσιν Τεσενοῦφις ὡς ἐτῶν τεσσαράκοντα οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς καὶ Στοτοῆτις ὡς ἐτῶν τριάκοντα οὐλὴ ῥινὶ μέσῳ οἱ δύοΠέρσαι τῆς ἐπιγονῆς ἀλλήλων ἔγγυοι εἰς ἔκτισιν Τεσενοῦφις τοῦ Ὥρου ὡς ἐτῶν τεσσαράκοντα ὀκτὼ οὐλὴ ἀντικνημίῳ δεξιῷ ἔχειν παρʼ αὐτοῦτιμὴν πλίνθου μυριάδων ἓξ ἥμισυ καὶ ἐπαναγκον ἔοι ὁμόλογον τὸν παραμένοντα Τεσενοῦφιν πλινθεύοντα ἐν τῇ πλινθουλκίᾳ τῆς προκειμένης κώμης εἰς ἐνιαυτὸν ἕνα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας οὐκ ἀναμένειν ἀφημερεύειν τῆς τοῦ Τεσενούφιος πλινθεύοντες. ἐὰν ἀφημερεύσωσιν ἐκτίσουσιν οἱ ὁμολογοῦντες τῷ αὐτῷ Τεσενοῦφι ἀργυρίου δραχμὰς δύο μέχρι πληρώσει τὸν προκείμενον ἀριθμὸν πλίνθου μυριάδων ἓξ ἥμισυ τοῦ μὲν Τεσενούφιος παραλαμβάνοντος τὰς πλίνθους ἐν τῇ πλινθουλκίᾳ …καὶ τελοῦντος τὸ δημόσιον τῆς πλινθουργίας …ὁμολογούντων καὶ …ου μέχρι πληρώσεως …Στοτοῆτις …λου Σαταβοῦς …παρα …