Ancient Greek
Stud.Pal. 22 36
Documentary Papyri, Stud.Pal. 22 36
Not analysed yet
ἐξ εἰρομένου γραφείου κώμης Νειλουπόλεως καὶ Σοκνοπαίου Νήσου, η ἔτους Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνείνου Σεβαστοῦ Εὐσεβοῦς Ἐπεὶφ ιδ. ὁμολογεῖ Σόηρεις Στοτοήτεως τοῦ Πανεφρέμμεως μητρὸς Ταφιώμιος ἱέρεια ἀπὸ κώμης Σοκνοπαίου Νήσου ὡς ἐτῶν ν οὐλὴ καρπῷ δεξιῷ μετὰ κυρίου τοῦ ἑαυτῆς ἀνδρὸς Στοτοήτεως τοῦ Στοτοήτεως τρίτου Στοτοήτεως ἐπικαλουμένου Παράμωνος ἱερέως δευτέρας φυλῆς Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ὡς ἐτῶν ν οὐλὴ ἀντικνημίῳ δεξιῷ Ἀγχώφι Στοτοήτεως τοῦ Πανεφρέμμεως συνιερεῖ ἀπὸ τῆς αὐτῆς κώμης ὡς ἐτῶν μ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς ἔχειν παρʼ αὐτοῦ τὴν ὁμολογοῦσαν παραχρῆμα διὰ χειρὸς ἀργυρίου ἐπισήμου σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς πεντακοσίας ἀντὶ δὲ τῶν τούτων τόκων ἐπάναγκον τὴν ὁμολογοῦσαν Σόηριν παρέξειν τῷ Ἀγχῶφι καὶ τοῖς παρʼ αὐτοῦ ἀπὸ νεομηνίας τοῦ Θὼθ μηνὸς τοῦ εἰσιόντος θ ἔτους Ἀντωνείνου Καίσαρος τοῦ κυρίου τὴν ὑπάρχουσαν αὐτῇ παιδίσκην καλουμένην Σωτηρίδα γερδίαιναν ἐργαζομένην παρʼ ᾧ ἐὰν βούληται ὁ Ἀγχῶφις γερδίῳ ἐν μ…υ… καταστήσει τῷ Ἀγχῶφι τὸν καθημερήσιον μισθὸν ἐπὶ ἔτη δύο καὶ φο… μέχρι ἀποδῷ ἡ ὁμολογοῦσα Σόηρις τὸ προκείμενον κεφάλαιον τρεφομένης καὶ ἱματιζομένης τῆς παιδίσκης ὑπὸ τῆς Σοήρεως ἔτι δὲ καὶ τῶν δημοσίων αὐτῆς πάντων ὄντων πρὸς τὴν αὐτὴν Σόηριν. ἐὰν δὲ ἀργήσῃ ἡ παιδίσκη Σωτηρὶς ἢ δράσῃ ἢ ἀσθενήσῃ πάντων τὰς ἴσας μετὰ τὸν χρόνον ἀντιπαραμένειν. ἐὰν δὲ πάθῃ τι ἀνθρώπινον ἐντὸς τοῦ χρόνου ἐπάναγκον τὴν ὁμολογοῦσαν ἀποδοῦναι τὸ προκείμενον κεφάλαιον σὺν καὶ τοῖς συναχθησομένοις τόκοις τῆς πράξεως οὔσης τῷ Ἀγχῶφι ἔκ τε τῆς ὁμολογούσης καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῇ παντοίων πάντων καθάπερ ἐκ δίκης καὶ ἐπάναγκον δὲ τὴν ὁμολογοῦσαν Σόηριν παρέξειν τὴν προγεγραμμένην παιδίσκην καθαρὰν ἀπὸ παντὸς ὀφειλήματος δημοσίου ἢ ἰδιωτικοῦ χρέους καὶ ἐντὸς τούτου μὴ χρηματίζειν διὰ μηδενὸς ἀρχείου μέχρι ἀποδῶι τὸ προκείμενον κεφάλαιον ……Διονυσίου ὡς ἐτῶν λ… οὐλὴ ὀφρύι δεξιᾷ καὶ …ωπ ἀριστε…