Ancient Greek
Stud.Pal. 22 37
Documentary Papyri, Stud.Pal. 22 37
Not analysed yet
Διογένει κωμογραμματεῖ κώμης Νειλουπόλεως καὶ Σοκνοπαίου Νήσου παρὰ Παείθου Πακύσεως τοῦ Σαταβοῦτος μητρὸς Θαήσιος ἱερέως γ φυλῆς ἱεροῦ Σοκνοπαίου θεοῦ μεγάλου μεγάλου ἀπογράφομαι τὸν γεννηθέντα μοι υἱὸν ἐκ τῆς συνούσης μου γυναικὸς Ταυήτιος …ου Πακῦσιν ἐτῶν γ. διὸ καὶ ἐπιδίδωμι τὴν ἀπογραφήν. Διογένης κωμογραμματεὺς σεσημείωμαι. τούτου τὸ ἴσον ἐδεξάμην. ἔτους κδ Μάρκου Αὐρηλίου Κομμόδου Ἀντωνίνου Σεβαστοῦ, Μεχεὶρ λ.