Ancient Greek
Stud.Pal. 22 36 a (p. 11)
Documentary Papyri, Stud.Pal. 22 36A
Not analysed yet
Ἡρακλείδηι βασιλικῷ γραμματεῖ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος διαδεχομένῳ καὶ τὰ κατὰ τὴν στρατηγίαν τῆς αὐτῆς μερίδος παρὰ Στοτουήτιος νεωτέρας Στοτοήτιος ἀπὸ κώμης Σοκνοπαίου Νήσου. πρώην ἐπέδωκά σοι ὑπόμνημα δηλοῦσά σοι ξήτησιν ἔχουσα πρὸς Σατυρίαιναν Σωτοῦ περὶ ὑπαρχόντων ὧν οὐ δεόντως ἐπικρατεῖ καὶ τοῦ πράγματος ὑπέρθεσιν ἐσχηκότος ἐπὶ Μάξιμον στρατηγὸν ἀκολούθως ᾧ ἐπήνεγκα αὐτῷ ἀναφορίωι Πετρωνίου Ὁνωράτου τοῦ λαμπροτάτου ἡγεμόνος οὐδέπω διατάξαντος ……αν… …α…