Ancient Greek
Stud.Pal. 22 48
Documentary Papyri, Stud.Pal. 22 48
Not analysed yet
ἀντίγραφον πράσεως. ἔτους πεντεκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸς Ξανδικοῦ κδ Μεχεὶρ κδ ἐν Διονυσιάδι τῇ πρὸς τοῖς χαλκωρυχίοις τῆς Θεμίστου μερίδος τοῦ Ἀρσινοίτου νομοῦ. ὁμολογεῖ Διδύμη Πετεσούχου τοῦ Παποῦτος ἀπὸ κώμης Διονυσιάδος ὡς ἐτῶν πεντήκοντα ἄσημος μετὰ κυρίου τοῦ ἀνδρὸς Ἀγχορίμφιος τοῦ Παποῦτος ὡς ἐτῶν ἑξήκοντα οὐλὴ δακτύλῳ πρώτῳ χειρὸς ἀριστερᾶς Ἁρπαγάθῃ ὡς ἐτῶν ἑξήκοντα οὐλὴ ὀφρύι δεξιᾷ καὶ Σαταβοῦτι ὡς ἐτῶν πεντήκοντα οὐλὴ πήχει ἀριστερῷ ἀμφο τέροις Σαταβοῦτος τοῦ Ἁρπαγάθου ἀπὸ κώμης Σοκνοπαίου Νήσου Ἡρακλείδου μερίδος πεπρακέναι τὴν ὁμολογοῦσαν Διδύμην τῷ Ἁρπαγάθῃ καὶ Σαταβοῦτι κοινῶς ἐξ ἴσου ἀπὸ τοῦ νῦν διὰ παντὸς τὴν ὑπάρχουσαν αὐτῇ Διδύμῃ κάμηλον μίαν τελείαν θήλειαν μελαίνην κεχαραγμένην ἐπὶ τῷ δεξιῷ μηρῷ θῆτα εἶ καὶ νῦ ἦτα καὶ ἐπὶ τῇ δεξιᾷ σιαγόνι κὰκ αλ ἄλφα ἣν καὶ παρείληφαν ὅ τε Ἁρπαγάθης καὶ Σαταβοῦς ταύτην τοιαύτην ἀναπόρριφον ἀφʼ ὧν ἔχει Διδύμη ἐν ἀπογραφῇ καμήλων ἐπὶ κώμῃ Διονυσιάδι καὶ ἀπέχειν τὴν Διδύμην παρὰ τοῦ Ἁρπαγάθου καὶ Σαταβοῦτος τὴν συνπεφωνημένην τιμὴν μετʼ ἐμοῦ κοινὴν ἀργυρίου δραχμὰς ὀκτακοσίας παραχρῆμα καὶ βεβαιώσειν τὴν Διδύμην πάσῃ βεβαιώσει καὶ ἀπὸ δημοσίων ταύτης μέχρι τοῦ ἐνεστῶτος πεντεκαιδεκάτου ἔτους καὶ αὐτοῦ καὶ ἐπάναγκον τὸν Ἁρπαγάθην καὶ Σαταβοῦν ταύτην ἀπογράψεσθαι ἐν τῇ τῶν καμήλων ἀπογραφῇ τοῦ εἰσιόντος ἑκκαιδεκάτου ἔτους ἐπʼ ὀνόματος αὐτῶν ἐπὶ κώμης Σοκνοπαίου Νήσου καὶ ἀποδώσειν αὐτοὺς τὰ ἀπὸ τοῦ ἕκτου καὶ δεκάτου ἔτους δημόσια.