Ancient Greek
Stud.Pal. 22 49
Documentary Papyri, Stud.Pal. 22 49
Not analysed yet
Ἰουλίῳ Κλαυδιανῷ ἑκατοντάρχῃ παρὰ Ἐκύσεως Στοτοήτεως καὶ Σώτου Παβωκᾶτος τῶν δύο δημοσίων γεωργῶν κώμης Σοκνοπαίου Νήσου τῆς Ἡρακλείδου μερίδος. πρὸ ἐτῶν τούτων εἴκοσι πέντε ,κύριε, ἐγεωργοῦμεν περὶ τὴν προκειμένην κώμην αἰγιαλίτιδος γῆς ἀρούρας θ καὶ μέχρι νῦν τὰ τούτων τῶν ἀρουρῶν δημόσια πάντα ἐτελέσαμεν. τῷ δὲ ἐνεστῶτι θ ἔτει τελεσάντων ἡμῶν τὰ δημόσια ὧν καὶ γραφομένων λόγον ἔχομεν Ὡρίων δέ τις ὁριοδείκτης κώμης Ἡρακλείας τῆς Θεμίστου μερίδος ἐπῆλθεν ἡμῖν βουλόμενος ἡμᾶς ἐργολαβῆσαι. ὅθεν ἐπιδίδομεν καὶ ἀξιοῦμεν ἐάν σοι δόξῃ ἀχθῆναι αὐτὸν ἐπὶ σὲ καὶ διακοῦσαι ἢ …αὐτὸν καὶ …ι… …βη…ς ἐκδικίας τυχεῖν ἵνʼ ὦμεν ὑπὸ σοῦ εὐεργετημένοι. Ἐκῦσις ὡς ἐτῶν …. διευτύχει. ἔτους θ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνείνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ …κθ.