Ancient Greek
Stud.Pal. 22 50
Documentary Papyri, Stud.Pal. 22 50
Not analysed yet
Σαραπάμμων δημοσιώνης τέλους καταλοχισμῶν Ἀρσινοΐτου καὶ ἄλλων νομῶν διὰ Ἀχιλλέως βοηθοῦ Σεγᾶθι Πανεφρέμμεως ἀπὸ Σοκνοπαίου Νήσου ἱερέως χαίρειν. διέγραψάς μοι τέλος γνωστίας ὧν προήνεγκας κεκληρονομηκέναι τοῦ προκειμένου σου πατρὸς ἀκολούθως ᾗ πεποίησαι χε ιρογραφίᾳ τῇ ἐνεστώσῃ ἡμέρᾳ περὶ κώμην Ἀπιάδα καὶ Ἡρακλείαν σιτικῶν κατοικικῶν ἀρουρῶν δύο μετὰ τὰς διαγραφείσας τῇ κ τοῦ Φαρμοῦθι μηνὸς ἐπὶ λόγον δραχμὰς εἴκοσι καὶ πέντε λοιπὰς καὶ συναγομένας τοῦ τέλους συνελομένου πλήρους. ἔρρωσο. ἔτους ιβ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουβίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Μεσορὴ ζ