Ancient Greek
Stud.Pal. 3 95
Documentary Papyri, Stud.Pal. 3.2ed.1 95
Not analysed yet
Ἀπολλῶς Φέυτος μητρὸς …διάκονος καὶ Ἰωάννης Ἀνουφίου μητρὸς Εὖτος ἀμφότεροι κωμάρχοι κώμης Πρερὴ τοῦ Ἑρμουπολίτου Φλαουίῳ Ταυρίνῳ τῷ λαμπροτάτῳ καὶ πολιτευομένῳ τῆς Ἑρμουπολιτῶν. ἐπεπληρώμεθα παρ’ ὐμῶν ὑπὲρ λόγου …ἀπὸ κανόνος τρίτης ἰνδικτίωνος, ὅ ἐστιν χρυσοῦ νομισμάτιον ἓν παρὰ κεράτια τρία ζυγῷ Ἑρμοῦ πόλεως, γίνεται χρυσοῦ νομισμάτιον α παρὰ κεράτια γ, καὶ οὐδένα λόγον ἔχομεν πρὸς ὑμᾶς περὶ δημοσίων τῆς αὐτῆς τρίτης ἰνδικτίωνος καὶ πρὸς ὑμετέραν ἀσφάλειαν ἐθέμεθα ὑμῖν ταύτην τὴν ἀποχὴν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀπολλῶς Φέϋτος διάκονος καὶ Ἰωάννης Ἀνουφίου οἱ προκείμενοι, ἐθέμεθα ὑμῖν ταύτην τὴν ἀποχὴν καὶ πειθόμεθα πᾶσι τοῖς ἐγγεγραμμένοις ὡς πρόκειται. Αὐρήλιος Κῦρος γνωστὴρ τῆς αὐτῆς κώμης Πρερὴ ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. δι’ ἐμοῦ …