Ancient Greek
Stud.Pal. 3 96
Documentary Papyri, Stud.Pal. 3.2ed.1 96
Not analysed yet
ἔσχον καὶ ἐπληρώθην ἐγὼ Ἰωάννης σταβλίτης υἱὸς Μηνᾶ ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως ἀπὸ ἀμφόδου …παρὰ σοῦ …τοῦ λαμπροτάτου χαρτουλαρίου τῆς ἁγιωτάτης τῶν ἐνταῦθα καθολικῆς ἐκκλησίας τῶν ἁγίων τριῶν μαρτύρων τὸν ἐμὸν μισθὸν σίτου καὶ χρ̅υσίου καὶ συνηθειῶν ὑπὲρ ἧς ποιοῦμαι τοῦ σταβλίτου χρείας, λέγω δὴ τῶν ἀπὸ ὄπιθεν χρόνων ἕως τοῦ παρελθόντος μηνὸς Φαῶφι τεσσαρασκαιδεκάτης ἰνδικτίωνος εἰς πλῆρες. ἐγράφη μηνὶ Ἁθὺρ τριακάδι τῆς αὐτῆς ιδ ἰνδικτίωνος. δι’ ἐμοῦ Ἰούστου συμβολαιογράφου. ἀπόδειξις Ἰωάννου υἱοῦ Μηνᾶ σταβλίτου.