Ancient Greek
Stud.Pal. 3 97
Documentary Papyri, Stud.Pal. 3.2ed.1 97
Not analysed yet
παρὰ τοῦ κυρίου Ἰούστου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως Φωκᾷ προνοητῇ ἀπὸ Ἑρμοῦ πόλεως πεπλήρωμαι παρὰ σοῦ τὸ πέμπτον μέρος τῆς προσόδου τῆς μακαρίας μου πενθέρας Θεοδότης ὑπὲρ ἑνδεκάτης ἰνδικτίονος καὶ οὐδένα λόγον ἔχω πρὸς σὲ περὶ τῆς αὐτῆς προσόδου ἑνδεκάτης ἰνδικτίονος ὑπέρ τε λήμματος καὶ ἀναλώματος καὶ πρὸς σὴν ἀσφάλειαν πεποίημαι ταύτην τὴν πληρωτικὴν ἀπόδειξιν ὡς πρόκειται. ἐγράφη Χοιὰκ ια ἰνδικτίονος ια. Φλαούιος Ἰοῦστος στοιχεῖ ἡ ἀποχὴ ὡς πρόκειται. ἀπόδειξις παρὰ τοῦ κυρίου Ἰούστου ἀπὸ τῆς Ὀξυρυγχιτῶν πόλεως.