Ancient Greek
Stud.Pal. 3 123
Documentary Papyri, Stud.Pal. 3.2ed.2 123
Not analysed yet
ἔχω ἐγὼ Παπνούθιος υἱὸς Φῖβ τοῦ καὶ Πουαμεβ ἀπὸ κώμης Φιλοξένου τοῦ Ἀρσινοίτου νομοῦ σοὶ Κοσμᾷ υἱῷ …καὶ μονάζοντος ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως εἰς χρείαν ἐμοῦ χρυσίου νομισμάτιον ἓν ὡς νομιτεύεται, χρυσίου νομισμάτιον α ὡς νομιτεύεται κεφαλαίου, τὸ ἥμισυ μὲν νόμισμα ἐκ τούτου εἶναι παρʼ ἐμοὶ εἰς τιμὴν κριθῶν καθαρίων, τὸ δὲ ἄλλο ἥμισυ νόμισμα εἰς τιμὴν σίτου τῇ φαινομένῃ τιμῇ καὶ λόγῳ τόκου αὐτοῦ μηνιαίως ἀπὸ νεομηνίας τοῦ εἰσιόντος μηνὸς Μεσορὴ ἀρχῇ τῆς παρούσης ἑνδεκάτης ἰνδικτίωνος χόρτου μανδάκιον. τὴν δὲ ἀπόδοσιν αὐτῶν ποιήσομαί σοι τὸν μὲν χόρτον μηνὶ Φαρμοῦθι, τὸν δὲ σιτόκριθον μηνὶ …μέτρῳ δικαίῳ ἐν τῇ κώμῃ ἐκ τῶν καρπῶν …της… ἐγράφη μηνὶ Ἐπεὶφ …