Ancient Greek
Stud.Pal. 3 124
Documentary Papyri, Stud.Pal. 3.2ed.2 124
Not analysed yet
ἔχω ἐγὼ Νόννος υἱὸς Νείλου σιτομέτρης ἀπὸ τῆς Ἀρσινοιτῶν πόλεως σοὶ τῷ θαυμασιωτάτῳ Φιλοξένῳ ἐπιστάτῃ ἐργασίας σακκοφόρων τῆς αὐτῆς πόλεως σίτου ἀρτάβας τέσσαρας καγκέλλῳ, γίνονται ἀρτάβαι δ καγκέλλῳ, καὶ ταῦτά σοι ἀποδώσω ἐκ τοῦ ἐμοῦ μισθοῦ τῆς ἐμβολῆς τοῖς δημοσίοις ὁρρίοις τῆσδε τῆς πόλεως καρπῶν τρεισκαιδεκάτης ἰνδικτίωνος ἀναμφιβόλως. ἐγράφη μηνὶ Φαμενὼθ ιζ τῆς παρούσης δωδεκάτης ἰνδικτίωνος. διʼ ἐμοῦ Μηνᾶ νομικοῦ.