Ancient Greek
Stud.Pal. 3 132
Documentary Papyri, Stud.Pal. 3.2ed.2 132
Not analysed yet
ἐγὼ Χαραχην βασιλίσκος τῶν Βλεμύων γράφω τοῖς τέκνοις Χαραχην Χαραπατχουρ καὶ Χαραϩιετ, ὥστε κελεύω καὶ δεδωκέναι τὴν κουρατωρίαν τῆς νήσου λεγομένης Ταναρε, καὶ οὐδεὶς κελεύεται κωλῦσαι ὑμᾶς. ἐὰν δὲ ἀγνωμονοῦσιν οἱ Ῥωμαῖοι μὴ παρέχουσιν συνήθειαν, ὁ φύλαρχος οὐ κωλύσεται οὐδὲ ὁ ὑποτύραννος κρατῆσαι Ῥωμαίους, ἕως πληρώνονται αἱ συνήθειαι τῆς νήσου μου. Χαραχην βασιλίσκος. Λαιζε δομεστικὸς μαρτυρῶ. Τιουτικνα δομεστικὸς μαρτυρῶ. διʼ ἐμοῦ Σανσνῶτος. ἐγράφη μηνὶ Φαῶφι κδ, ἰνδικτίωνος α.