Ancient Greek
Stud.Pal. 3 133
Documentary Papyri, Stud.Pal. 3.2ed.2 133
Not analysed yet
ἐγὼ Πακυτιμνε ἐπιφανέστατος βασιλίσκος γράφω Πωαε τῷ εὐγενεστάτῳ ἱερεῖ. τὴν κουρατωρίαν τῆς νήσου Τεμσιρ λεγομένης Ταναρε ἔδωκά σοι ἀποκρότως ἀπὸ τοῦ νῦν καὶ εἰς τὸ διηνεκὲς ἅπαντα ἀεὶ χρόνον, καὶ στοιχεῖ μοι πάντα ὡς πρόκειται. διʼ ἐμοῦ ἐγράφη Ἀγάθωνος γραμματέως. Ἁθὺρ κγ ἰνδικτίωνος ια.