Ancient Greek
pg58_78.5rp.575 to pg58_78.7rp.612
Documentary Papyri, Stud.Pal. 4 pg58_78.5rp.575-pg58_78.7rp.612
Not analysed yet
θ ἔτει γ, ι ἔτει α, ια ἔτει δ, ιβ ἔτει θ, ιγ ἔτει ϛ, α ἔτει Γάλβαι β α ἔτει Οὐεσπασιανοῦ ζ καὶ ἀπὸ ἀπαραστάτων τελείων ἐπικεκριμένων τῶι αὐτῷ α ἔτει α γίνονται η τεσσαρεσκαιδεκαετεῖς β ἔτει β, τεσσαρεσκαιδεκαετεῖς γ ἔτει β, τεσσαραεσκαιδεκαετεῖς δ ἔτει θ, τεσσαρεσκαιδεκαετεῖς ε ἔτει ζ γίνονται ρνδ ἀνεπίκριτοι ἔξω ὁρίων Αἰγύπτου ἐν Ἰταλίᾳ γ ἐν Ἰνδικῆι α γίνονται δ ὑπερετεῖς κριθέντες συνλογίζεσθαι τῶι ἀριθμῷ ιγ καὶ ἐν ὑπερετέσι ε ἔτει α ἐσχηκὼς Ἀλεξανδρέων πολιτείαν α γίνονται ιε γίνονται οἱ προκείμενοι ρογ παρὰ Ἡρακλείδου ἀμφοδάρχου Ἀπολλωνίου Παρεμβολῆς ἀπολογισμὸς ἀφηλίκων υἱῶν κατοίκων τοῦ ε ἔτους Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ τῶν διὰ τῆς κατʼ οἰκίαν ἀπογραφῆς τοῦ η ἔτους Νέρωνος ἀναγεγραμμένων διετῶν μέχρι ἑνὸς ἔτους ἐπανακειμένων καὶ τῶν ἀπὸ θ ἔτους μέχρι δ ἔτους Οὐεσπασιανοῦ διʼ ὑπομνημάτων σημανθέντων ἐπιγεγεννῆσθαι εἶναι δέ· τρεισκαιδεκαετεῖς ε ἔτει εἰσὶν οἱ διὰ συνκεφαλαιώσεως η ἔτους ἀναγεγραμμένοι διετεῖς εἰκονισθέντες ε μετὰ τοὺς τετελευτηκότας τῶι μὲν ια ἔτει ἕως Μεχεὶρ οἰκίας ἕβδομον μέρος Ἀμμωνίας· Ἀπολλώνιος Λεονίδου τοῦ Ἀκουσιλάου τοῦ καὶ Μύσθου μητρὸς Ἡροῦς τῆς καὶ Ἀφροδίτης γίνεται α καὶ τῶι ιβ ἔτει μετὰ τὸν καταχωρισμὸν τῶν λόγων οἰκία Ἰσίωνος· Ἰσίδωρος Ἰσιδώρου τοῦ Διονυσίου μητρὸς Φιλουμένης γίνονται β λοιποὶ γ ὧν ὁ σημανθεὶς ἐπικεκρίσθαι τῶι γ ἔτει ὑπὸ τῶν προκεχειρισμένων καὶ ἐπὶ τῆς ἐξετάσεως ἐξητάσμενος εἶναι υἱὸς κατοίκου οὗ ἡ μήτηρ ἀπεγράφη τῶι θ ἔτει Νέρωνος. οἰκία Σαραπίωνος· Θέων Σαραπίωνος τοῦ Κροννίωνος τοῦ καὶ Σαδάλου μητρὸς Η…ειο τῆς Πτολεμαίου τῶι δ ἔτει Οὐεσπασιανοῦ σημανθεὶς ἐπικεκρίσθαι ἐν τοῖς δεκαετέσι β ἔτει διὰ μητρὸς ἀπογεγραμμένης θ ἔτει· οἰκία Σάμβατος· Ἰσχυρίων Χαιρήμονος τοῦ …α… μητρὸς Ἰσχυριαίνης τῆς Ἡφαιστίωνος σημανθεὶς ἐπικεκρίσθαι τῶι δ ἔτει μετὰ τὸν καταχωρισμὸν τῶν λόγων ὑπὸ τῶν προκεχειρισμένων ἐξ ἀμφοτέρων τῶν γονέων ς… ἀπὸ δεκαετῶν δ ἔτει·