Ancient Greek
pg58_78.7rp.613 to pg58_78.10rp.664
Documentary Papyri, Stud.Pal. 4 pg58_78.7rp.613-pg58_78.10rp.664
Not analysed yet
οἰκία Εὐαγγέλου Πολυδεύκης Εὐαγγέλου τοῦ Πολυδεύκους μητρὸς Ἰσιδώρας γίνονται οἱ προκείμενοι γ δωδεκαετεῖς ε ἔτει· εἰσὶν οἱ διὰ συνκεφαλαιώσεως η ἔτους ἀναγεγραμμένοι ἑνάενοι εἰκονισθέντες γ ἀπαράστατος α υἱὸς τοῦ ἐσχηκότος Ἀλεξανδρέων πολιτείαν ἀπαράστατος α γίνονται ἀπὸ ε ἔτους ε μετὰ τοὺς τετελευτηκότας τῶι θ ἔτει ἕως Μεχὶρ ἀπαράστατος …οἰκία Πτολλαρίωνος· Πτολεμαῖος …μητρὸς Δημῶτος τῆς Δ…ωτος καὶ τῶι γ ἔτει Οὐεσπασιανοῦ μετὰ τὸν καταχωρισμὸν τῶν λόγων οἰκία Ἡρακλᾶ· Ἡράκλας Σ… τοῦ Δίδαι μητρὸς Ἡρακλᾶς γίνονται β καὶ τὸν διὰ γραφῆς Ῥωμαίων μετὰ τοὺς Ἀλεξανδρεῖς τεταγμένον υἱὸν τοῦ ἐσχηκότος Ἀλεξανδρέων πολιτείαν νῦν ἀποκεχωρηκότος εἰς τὴν ἰδίαν Ἡρακλείδης Νικάνορος τοῦ καὶ Πάππου τοῦ Ἡρακλείδου μητρὸς Σαραπιάδος τῆς Κα…υσου γίνεται α γίνονται γ οἱ λοιποὶ β καὶ ἀπὸ υἱῶν λαογραφουμένων ἐνθάδε μετακείμενος τῶι β ἔτει Οὐεσπασιανοῦ ἐπὶ τῶι τὸν τούτου πατέρα ἀπὸ λαογραφίας κεχωρίσθαι διὰ τὸ ἐπικεκρίσθαι τῶι α ἔτει Οὐεσπασιανοῦ ὑπὸ τῶν προκεχειρισμένων διʼ ἀπαραστάτων γραφῆς συνλογιζόμενος τῶι ἀριθμῶι· οἰκία Διδύμης· Ὠριγένης Ὠριγένους τοῦ Ὠριγένους μητρὸς Διδύμης τῆς Ἡρακλείδου γίνεται α γίνονται γ ὧν εἰσὶ τῶι δ ἔτει σημανθέντες ἐπικεκρίσθαι διὰ μητρὸς ἀπογεγραμμένης τῶι θ ἔτει Νέρωνος οἰκία Μυσθαρίωνος· Διόδωρος Δίδαι τοῦ …ιος μητρὸς Ἀφροδίτης οἰκίας τρίτον μέρος Ἀμμωνίου· Ἡρακλείδης Ἡρακλείδου τοῦ Ἡρακλείδου μητρὸς Διδυμαρίου τῆς Ἁρπαησίωνος γίνονται β ἄλλος ὁμοίως σημανθεὶς εἶναι υἱὸς κατοίκ οὗ οἱ γονεῖς οὐκ εἰσὶ ἐν ἀπογραφῇ θ ἔτους Νέρωνος διὰ τὸ τὸν πατέρα ἐν τοῖς ἐπʼ εἴδους ἐπικεκρίσθαι τῶι α ἔτει Οὐεσπασιανοῦ νικοτελείαις ἡ δὲ μήτηρ ἐστὶν ἐνγενὴς μητροπόλεως οἰκία Διδύμης· Ὠριγένης Ὠριγένους τοῦ Ὠριγένους μητρὸς Διδύμης τῆς Ἡρακλείδου γίνεται α γίνονται οἱ προκείμενοι γ καὶ οἱ διὰ γραφῆς ἐπιγεγεννημένων ἀνειλημμένοι τῶι ια ἔτει ὡς ἐπιγεγεννημένοι τοῖς ὑπογεγραμμένοις ἔτεσι τῶι μὲν ι ἔτει σημανθέντες ἐπιγεγεννῆσθαι τῶι ι ἔτει καὶ εἶναι εἰς τὸ ε ἔτος ἐτῶν ι Ἀπολλώνιος νεώτερος Κεφάλωνος τοῦ Εὐβούλου μητρὸς Ἰσιδώρας Παγκράτης Σώτου τοῦ Παγκράτους μητρὸς Ἰσιδώρας καὶ τῶι ιγ ἔτει σημανθεὶς ἐπιγεγεννῆσθαι τῶι αὐτῷ ι ἔτει Ἰσίδωρος Πτολεμαίου τοῦ Πτολεμαίου μητρὸς Χαιροῦτος τῆς Μυσθαρίωνος καὶ τῶι α ἔτει Οὐεσπασιανοῦ σημανθεὶς ἐπιγεγεννῆσθαι τῶι αὐτῷ ι ἔτει Ἡρακλείδης Ἀπίωνος τοῦ Ἡρακλείδου μητρὸς Πτολεμαίδος γίνονται ἐπιγεγεννημένοι ι ἔτει δ καὶ τῶι ια ἔτει ἐπιγεγεννημένοι καὶ ὄντες εἰς τὸ ε ἔτος ἐτῶν θ Ὀνήσιμος Ἀσκληπιάδου τοῦ Ἀσκληπιάδου μητρὸς Τασουχαρίου