Ancient Greek
T.Varie 10
Documentary Papyri, T.Varie 10
Not analysed yet
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μηνὸς Παῦνι θ ἰνδικτίονος θ. Αὐρήλιος Ἀντώνιος υἱὸς τοῦ μακαρίου Ἀνοῦπ γεωργὸς ἀπὸ κώμης Θοῦς Βουσεραπάμωνος τοῦ Ὀξυρυγχείτου νομοῦ Αὐρηλίῳ Σευήρῳ υἱῷ τοῦ μακαρίου Καμοῦλ ἀπὸ κώμης ⲡⲉⲧⲣⲱϫ τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἀντώνιος ἔχειν καὶ χρεωστεῖν καθαρῶς καὶ ἀποκρότως εἰς ἰδίαν μου καὶ ἀναγκαίαν χρείαν χρυσοῦ νομισμάτια δεκαέξ, γίνονται χρυσοῦ νομισμάτια ιϛ ἀπὸ κερατίων κβ 𐅵καὶ ταῦτα ἐδεξάμην εἰς τιμὴν ἐκ πλήρους χορτοσπέρμου διφυοῦς καὶ μακροφυοῦς ἀπὸ ἀρταβῶν ἑπτὰ ἑκάστου νομίσματος καὶ τοῦτον ὁμολογῶ ἑτοίμως ἔχειν παρασχεῖν σοι εὐάρεστον καὶ κεκοσκινευμένον ἐν τῇ ἅλωνι ἕως Παῦνει μηνὸς τῆς παρούσης ἐνάτης ἰνδικτίονος ἐν τῷ μέτρῳ δεκάτῳ συγκομιδῆς πληρωθείσης ἀναμφιβόλως χωρὶς ἀντιλογίας. κύριον τὸ γραμματεῖον ἁπλοῦν γραφὲν καὶ ἐπερωτηθεὶς ὡμολόγηςα . α ἄπα Τῆρ Μενᾶ β Βίκτωρ Σελβανε …Καμηρε Εωλογιαν Καμισε Θεόδρος Δισαλα ⲕⲁⲧⲱϫⲉⲓ Ισιωουψ ἄπα Θεόδρος Μάρκου Εινωχ Θεόδρος …ος Σαρ… Πετρωνε Παμ κα… Σερνῆ διάκονος Ιωπαρ…ια διὰ Φανῆ Πέτρος Κῶς Αμμωνεττη Ιωμα…ερει Ἰωσῆφ Τησ…κασμα …μιος Ιος Ιοσουε Λαασεκου ἄπα Κύριλλος Εὐῆρος Πων Γεώργειος απο…ου…ρου Ἰωάννης