Ancient Greek
T.Varie 14 - 21
Documentary Papyri, T.Varie 14
Not analysed yet
Αὐρήλιος Ἰωάννης γεωργὸς υἱὸς τοῦ μακαρίου Φοιβάμμωνος ἀπὸ κώμης Τααμωροῦ τοῦ Ἡρακλεοπολίτου νομοῦ ἑκουσίᾳ γνώμῃ διὰ ταύτης μου τῆς ἐγγράφου μισθώσεως χωρὶς βίας καὶ ἀπάτης καὶ ἀνάγκης Αὐρηλίῳ Μέλᾳ υἱῷ Θέονος ἀπὸ τῆς αὐτῆς κώμης τοῦ αὐτοῦ νομοῦ χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος Ἰωάννης γεωργὸς χωρὶς πάσης ἀντιλογίας ἐπείπερ μεμισθῶσθαι παρὰ σοῦ πρὸς μόνον διετῆ χρόνον ἐν τῇ μηχανῇ καλουμένῃ Πακήμης ἀρούρας τέσσαρας πρὸς βορρᾶν τῆς αὐτῆς μηχανῆς μετὰ καὶ τοῦ μέρους αὐτῆς εἰς τὸν λάκκον καὶ ὑδραγωγὸν κυκλευτήριον καὶ μηχανικὸν ὄργανον ε…ν μεταξὺ ἀμφοτέρων ὑπὲρ τῆς τὰς ἐν τελείῳ. τῶν δημοσίων τῶν αὐτῶν τεσσάρων ἀρουρῶν τουτέστιν ἑκάστῃ ἀρούρᾳ κεράτια ἓξ καὶ σίτου κεγκέλλῳ ἀρτάβας δύο καὶ οὐκ ἔχεις πρᾶγμα μετὰ ἐν οἵου …σοι τὰ ἔργα μὲν τῆς μηχανῆς ἀπὸ τοῦ κεφαλαίου μέχρι θ Μεχεὶρ τοῦ κινητῶν καὶ βοιδίων σ…αδρε…εμονον. ὁμολογῶ δὲ ἐγὼ ὁ προειρημένος Μέλα ἐπαντλήσειν τῇ αὐτῇ εἰρημένῃ ἐν αὐτῇ μηχανῇ …παρασχεῖν …μμε εἰρημμένον μηχανικὸν ὄργανον ἄλλον α… ἀπὸ νεανθε …αὐτ …τοῦ αὐτοῦ εἰρημένου φόρου ἀναμφιλόγως