Ancient Greek
Tyche 32 (2017), p. 73-79
Documentary Papyri, Tyche 32 76
Not analysed yet
……ἀπὸ τῆς Ἑρμουπολιτῶν Ἀβραάμιος υἱὸς Φιβίου ἐκ μητρὸς Μάρθας γεωργὸς ἀπὸ κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ χαίρειν. ὁμολογῶ ἐσχηκέναι καὶ πεπληρῶσθαι παρὰ τῆς σῆς …τῆς τελείας τιμῆς καλάμων δεμάτων πεντακοσίων πεντήκοντα, γίνεται καλάμων δέματα φν, ἅπερ παρέξω αὐτῇ ἐν τῷ Μεχεὶρ μηνὶ τῆς παρούσης …ἰνδικτιῶνος ἐν καλάμοις νέοις καλοῖς μακροῖς καὶ ἐκλεκτοῖς, τοὺς μὲν ῥυμικοὺς ἀπὸ πεντήκοντα καλάμων ἑκάστου δέματος, τοὺς δὲ πτυχίους ἀπὸ ἑκατὸν καλάμων ἑκάστου δέματος χωρίς τινος ὑπερθέσεως καὶ …ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς ἐμῆς παντοίας ὑποστάσεως. τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθεὶς ὡμολόγησα. …χειρόγραφον καλάμων δεμάτων φν γενόμενον παρὰ Ἀβρααμίου Φιβίου γεωργοῦ ἀπὸ κώμης …τοῦ Ἑρμουπολίτου νομοῦ.