Ancient Greek
Tyche 32 (2017), p. 85-91 no. 1
Documentary Papyri, Tyche 32 87_1
Not analysed yet
……τῆς πόλεως ἑτοίμως ……ἐγγυηταὶ ἤγουν παρασχεῖν λόγῳ προστίμου καταγνώσεως χρυσοῦ νομισμάτια τριάκοντα ἕξ, χρυσοῦ νομισμάτια λϛ ἀπαιτούμενα ἐκ τῆς ἡμῶν πάσης ὑποστάσεως τῆς καὶ ὑποκειμένης τῷ δικαίῳ ταύτης τῆς ἐγγύης κ… ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ. ἡ ἐγγύη κυρία καὶ ἐπὶ τούτοις ἐπερωτηθέντες κατὰ πρόσωπον ὡμολογήσαμεν. Αὐρήλιοι …υἱὸς …καὶ Ἠλίας υἱὸς Ἰσὰκ φροντισταὶ καὶ Παθερμούτιος υἱὸς Πέτρου παρασχῶμεν ἑκουσίως ἐξ ἀλληλεγγύης τὴν προγεγραμμένην τιμὴν καὶ στοιχεῖ ἡμῖν πάντα ὡς πρόκειται. Αὐρήλιος Πέτρος υἱὸς Ἰωάννου ἀφ' Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων ἐπιτραπεὶς παρ' αὐτῶν. χμγ di emu Helia eprachthh δι' ἐμοῦ Ἠλία ρξζ