Ancient Greek
Tyche 35 (2020), p. 30-31 no. 1
Documentary Papyri, Tyche 35 30_1
Not analysed yet
……ἀπέσχον παρʼ ὑμῶν τὸ ἐκφόριον ὧν γεωργεῖτέ μου ἀρουρῶν ἐπὶ κοινωνίᾳ περὶ κώμην Τάνιν ὑπὲρ τοῦ διεληλυθότος γ ἔτους Γάλλου καὶ α ἔτους Οὐαλεριανοῦ πλήρης, κυρίας οὔσης τῆς μισθώσεως καὶ ἐπερωτηθεὶς ὡμολόγησα. Αὐρήλιος Ἡρακλείδης κοσμητεύσας Ἀλεξανδρείας ἀπέσχον τὰ ἐκφόρια καὶ σπέρματα τοῦ πρώτου ἔτους πλήρης, μένοντός μοι τοῦ λόγου πρὸς ὑμᾶς περὶ τῆς γεωργίας τῶν ἑξῆς ἐτῶν ἀκολούθως μισθώσει. ἔτους β τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ Σεβαστῶν Θὼθ δ.