Ancient Greek
Tyche 35 (2020), p. 32-33 no. 2
Documentary Papyri, Tyche 35 32_2
Not analysed yet
Αὐρήλιος Ἄμαις φροντιστὴς Ἡρακλείδου Αὐρηλίοις Πάτρωνι καὶ Ἀσόιτι καὶ Ἀτάμμωνι μισθωταῖς χαίρειν. ἔσχον ἀφ’ ὑμῶν ὑπὲρ ὧν γεωργεῖτε μετὰ τοῦ εὐσχήμονος …ια …ου λόγου κλήρου λεγομένου Φθιαπ περὶ κώμην Τάνεως ἐκφορίου ἀρτάβας ἑξακοσίας τριάκοντα ἑπτὰ ἥμισυ ὑπὲρ τοῦ διεληλυθότος δ ἔτους. καὶ ὁμοίως ἀρτάβας δεκαεννέα. ἔτους ε τῶν κυρίων ἡμῶν Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλίου Καίσαρος Σεβαστῶν.