Ancient Greek
Tyche 35 (2020), p. 60-66 no. B
Documentary Papyri, Tyche 35 62
Not analysed yet
ἐκ μὲν τοῦ ἑνὸς μέρους Ἀνανίας υἱὸς Γρηγορίου ἐκ δὲ θατέρου μέρους …κηπουρὸς υἱὸς Α… ἀμφότεροι ἀφʼ Ἡρακλέους πόλεως. ἡρήσαντο κοινῇ γνώμῃ Συγκρίτιον υἱὸν τοῦ μακαρίου Ζαχαρίου καὶ Συγκρίτιον κηπουρὸν υἱὸν Ἀπαιουλίου ἀπὸ τῆς αὐτῆς πόλεως καὶ ὁ μὴ στέργων τῇ τούτων κρίσει παρεχέτο ἐν τῷ πραιτωρίῳ λόγῳ προστίμου χρυσοῦ νομίσματα δύο ὄβρυζα, χρυσοῦ νομίσματα β ὄβρυζα. ἐγράφη μηνὶ Τῦβι κ ἰνδικτίωνος …ἔτους Διοκλητιανοῦ …στοιχεῖ μοι. διʼ ἐμοῦ Παύλου συμβολαιογράφου