Ancient Greek
Tyche 35 (2020), p. 59-60 no. A
Documentary Papyri, Tyche 35 60
Not analysed yet
ἐκ μὲν τοῦ ἑνὸς μέρους Πέτρος υἱὸς Μηνᾶ, ἐκ δὲ θατέρου μέρους Παπνούθιος υἱὸς Ζαχαρίου ἀμφότεροι ἀφʼ Ἡρακλέους πόλεως. ἡρήσαντο κοινῇ γνώμῃ Συγκρίτιον πρεσβύτερον υἱὸν Ἀπαιουλίου καὶ Συγκρίτιον υἱὸν Ζαχαρίου ἀπὸ τῆς αὐτῆς πόλεως καὶ ὁ μὴ στέργων τῇ τούτων κρίσει παρεχέτω ἐν τῷ πραιτωρίῳ λόγῳ προστίμου χρυσοῦ νομίσματα δύο ὄβρυζα, χρυσοῦ νομίσματα β ὄβρυζα. ἐγράφη μηνὶ Φαῶφι θ, ἰνδικτίωνος γ, ἔτους Διοκλητιανοῦ υλϛ διʼ ἐμοῦ Παύλου συμβολαιογράφου …