Ancient Greek
108.1 to 108.29
Documentary Papyri, Upz 1 108.1-29
Not analysed yet
Τιμόνικος τῶι τοῦ Ἀνουβιείου ἐπιστάτῃ χαίρειν. περὶ τῶν κατὰ Πετῆσιν ἀρχενταφιαστὴν ἀντίγραφον ὑπόκειται ὅπως εἰδῇς. ἔρρωσο. ἔτους ιϛ Φαῶφι ε. βασιλεὺς Πτολεμαῖος ὁ ἐπικαλούμενος Ἀλέξανδρος καὶ βασίλισσα Βερενίκη ἡ ἀδελφὴ Ἀπολλωδώρωι χαίρειν καὶ ἐρρῶσθαι. τῆς δεδομένης ἡμῖν ἐντεύξεως παρὰ Πετήσιος, περὶ ὧν προφέρεται παρʼ ἕκαστον σκύλλεσθαι ὑπʼ ἐνίων, ἀντίγραφον συνεσφράγισται. γινέσθω οὖν ἕκαστα καθὼς ἀξιοῖ. ἔρρωσο. βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρωι θεῶι Φιλομήτορι καὶ βασιλίσσηι Βερενίκηι τῆι ἀδελφῆι θεᾶι Φιλαδέλφωι χαίρειν. Πετῆσις Χενούφιος ἀρχενταφιαστὴς τοῦ Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν ἀειζῴων μεγίστων. χρείας πλείους καὶ ἀναγκαίας παρεχόμενος τοῖς προγεγραμμένοις θεοῖς τὰς χεῖρας αὐτοῖς προσφέρων καὶ τὰς ὑπὲρ ἡμῶν, μέγιστοι θεοὶ καὶ νικηφόροι, εὐχὰς καὶ θυσίας ἐπιτελῶν διδόναι ὑμῖν ὑγίειαν νίκην κράτος σθένος κυριείαν τῶν ὑπὸ τὸν οὐρανὸν χωρῶν, σκυλλόμενος δὲ καὶ παρʼ ἕκαστον διασειόμενος εἰκῆι καὶ ὡς ἔτυχεν ὑπό τινων ἐπὶ τῶν τόπων τὴν ἐφʼ ὑμᾶς καταφυγὴν πεποίημαι καὶ ἀξιῶ δεόμενος, ἐὰν δοκῆι, προστάξαι Φιλοκράτει τῶι συγγενεῖ καὶ ἐπιστολογράφωι ἐκδοῦναι περὶ ἐμοῦ καὶ τῆς οἰκίας μου ἐντολὴν περιέχουσαν μηθενὶ ἐξεῖναι εἰσβιάζεσθαι εἰς τὴν δηλουμένην οἰκίαν …μηδʼ ἐκ ταύτης περισπᾶν κατὰ μηδένα τρόπον μηδὲ διασείειν με μηδὲ ἐπιβάλλειν μοι τὰς χεῖρας καί, ἐὰν δοκῆι, ἐπʼ αὐτῆς τε τῆς οἰκίας μου προθεῖναι ἐν λευκώματι, ἵνα τυχὼν τῆς παρʼ ὑμῶν φιλανθρωπίας ἐπιτελῶ τὰς τῶν θεῶν λειτουργίας. εὐτυχεῖτε. βασιλεῖ Πτολεμαίωι τῶι καὶ Ἀλεξάνδρωι θεῶι Φιλομήτορι χαίρειν Πετῆσις Χενούφιος ἀρχενταφιαστὴς Ὀσοράπιος καὶ Ὀσορομνέυιος θεῶν ἀειζῴων μεγίστων. τῆς κατʼ ἐμὲ χρείας οὔσης μεγάλης καὶ ἀναγκαίας ἕνεκα τοῦ τὸ πλεῖον τοῖς προγεγραμμένοις θεοῖς τὰς ὑπὲρ σοῦ, μέγιστε βασιλεῦ, ἐπιτελεῖν εὐχὰς καὶ θυσίας, διὸ καὶ ἐν τῶι ιϛ ἔτει Θῶυθ ἐπέδωκα ἔντευξιν, καθʼ ἣν ἐσήμαινον ὑπʼ ἐνίων σκύλλεσθαι καὶ διασείεσθαι εἰκῆι παρʼ ἕκαστον ἀξιώσας προστάξαι Φιλοκράτει τῶι συνγενεῖ καὶ ἐπιστολογράφωι ἐκδοῦναι περὶ ἐμοῦ καὶ τῆς οἰκίας μου ἐντολὴν περιέχουσαν μηδενὶ ἐξεῖναι εἰσβιάζεσθαι εἰς αὐτὴν μηδὲ ἐκ ταύτης περισπᾶν κατὰ μηδένα τρόπον μηδὲ ἐπιβάλλειν μοι τὰς χεῖρας, προθεῖναι δὲ καὶ ἐπὶ τῆς οἰκίας μου λεύκωμα περὶ τούτων, ἀπὸ δὲ ταύτης γραφέντος Ἀπολλοδώρωι τῶι γενομένωι τοῦ νομοῦ στρατηγῶι γίνεσθαι ἕκαστα καθὼς ἠξίουν, ὅν …καὶ …μου …τος δέ μοι ὑπὸ Τιμονίκου τοῦ πρὸς τῆι στρατηγίαι πρὸς τὸν τοῦ Ἀνουβιείου ἐπιστάτην περὶ τούτων χρηματισμοῦ καὶ ἑκάστων πρὸς τέλος ἀχθέντων, προτεθέντος δὲ καὶ πρὸ τῆς οἰκίας μου