Ancient Greek
108.30 to 108.36
Documentary Papyri, Upz 1 108.30-36
Not analysed yet
ἐν λευκώματι τοῖς τε Ἑλληνικοῖς καὶ ἐνχωρίοις γράμμασιν τοῦ προγράμματος, ἐφʼ οἷς ἔχοντός μου αἰώνιον χάριν, οὐκ …Νουμήνιος ὁ κατασταθεὶς πρὸς τῆι στρατηγίαι τοῦ αὐτοῦ νομοῦ παραβὰς τὰ ὑπὸ σοῦ, μέγιστε βασιλεῦ, προστεταγμένα, ἐπελθὼν ἐπὶ τὴν σημαινομένην μου οἰκίαν ἐσκύλεν ταύτην οὐ μετρίως καὶ τὰ ἔνδον ὄντα μου ἔπιπλα ἐλαφύρευσεν προαιρούμενος οὖν, μέγιστε βασιλεῦ, καινὴν ἐπιστολὴν γραφῆναι Ἀρίστωνι τῶι τοῦ αὐτοῦ νομοῦ στρατηγῶι περὶ τούτων διὰ τὸ προορᾶσθαι μήποτε τοῖς αὐτοῖς περιπεσῶ, δέομαί σου προστάξαι Αρ…ωι τῶι συγγενεῖ καὶ ἐπιστολογράφωι γράψαι τῶι Ἀρίστωνι μηδενὶ ἐξεῖναι εἰσβίαζεσθαι εἰς τὴν δηλουμένην οἰκίαν μηδʼ ἐκ ταύτης περισπᾶν, κατακολουθεῖν δὲ καὶ τοῖς περὶ ἐμοῦ πρότερον προστεταγμένοις καὶ νῦν ἐπιχωρηθησομένοις ?. τούτου γὰρ γενομένου ἔσομαι πεφιλανθρωπημένος. εὐτύχει.