Ancient Greek
UPZ 1 111
Documentary Papyri, Upz 1 111
Not analysed yet
βασιλεὺς Πτολεμαῖος Διονυσίωι χαίρειν. ἀπολελυκότες πάντας τοὺς ἐνεσχημένους ἔν τισιν ἀγνοήμασιν ἢ ἁμαρτήμασιν ἕως τῆς ιθ τοῦ Ἐπεὶφ ἐπιτήδειον ὑπελάβομεν εἶναι διαστείλασθαι ὑμῖν προνοεῖσθαι, ὅπως τὰ δίκαια γίνηται τοῖς ἀνθρώποις καὶ μὴ ἐπιβαλλόντων ἡμῶν ἐπὶ τοὺς τόπους ἐντυγχάνωσιν κατʼ ἀλήθειαν πλημμελούμενοι, ὡς περὶ τοιούτων ε…ι προσενεχθησομένων ἡμῶν τοῖς αἰτίοις καθότι προσῆκόν ἐστιν. ἔρρωσο. ἔτους ιη Περιτίου δ Μεσορὴ κε.