Ancient Greek
112.r1.1 to 112.r3.10
Documentary Papyri, Upz 1 112.r1.1-112.r3.10
Not analysed yet
πωλοῦμεν τὰς ἐν τῶι Ὀξυρυγχίτηι ὠνὰς εἰς τὸ α ἔτος καὶ τὸ β ἔτος ἀπὸ μηνὸς Μεσορὴ εἰς δωδεκάμηνον καὶ τὰς ἐπαγομένας ἡμέρας ε. ἀγοράζετε δὲ τὰς ὠνὰς δικαίως καὶ μέλλετε μηθένα συκοφαντήσειν τῶν ὑποτελῶν μηδὲ διαβαλεῖν, ἀλλʼ ἀπὸ τοῦ βελτίστου πραγματεύσεσθαι κατὰ τοὺς νόμους καὶ τὰ διαγράμματα καὶ τὰ προστάγματα καὶ τὰ διορθώματα τὰ ὑφʼ ἡμῶν διατασσόμενα ἐφʼ ἑκάστης ὠνῆς, τὰς δὲ ὠνὰς ἀναπληρώσειν οὐθένα ὑπόλογον ποιούμενοι πρὸς τὸ βασιλικὸν παρευρέσει ᾑτινιοῦν καὶ μηθὲν ἀπονοσφιεῖσθαι ὡς καὶ τὰς ἐκδείας πραχθήσεσθε. καρτερεῖτε δὲ τὰ τέλη λαμβάνοντες, ὅσα καὶ …ἐγγύους δ καταστήσουσιν οἱ ἐγλαβόντες τῶι τε οἰκονόμωι καὶ τῶι βασιλικῶι γραμματεῖ …τῶν ἐπιδεκάτων …τω…, ἀφʼ ἧς ἂν ἡμέρας παρομολογηθῆι ἐπὶ τῆς πράσεως, ἐν ἡμέραις λ κατὰ πενθήμερον τοῦ ἐπιβάλλοντος. τούτων δὲ τὰ σύμβολα τεθήσεται, ἀφʼ ἧς ἂν ἡμέρας ληφθῆι, ἐν ἡμέραις …ἐπὶ τῆς βασιλικῆς τραπέζης μετʼ ἀναγραφῆς ἐσφραγισμένα ὑπὸ τῶν αὐτῶν καὶ τοῦ τραπεζίτου. οὗτος δὲ προσθήσεται ἐν τοῖς μηνιείοις τὸ καθʼ ἓν τῶν συμβόλων εὐσήμως ὅσα ἐπὶ τῶν ὑποθηκῶν ἐστιν καὶ τίνες οἱ βεβαιωταὶ καὶ τίνας ἕκαστοι εἰς τὴν βεβαίωσιν ὑποθήκας …δεδώκασιν καὶ τῶν εἰληφότων τὰ διεγγυήματα τὰς ὑπογραφάς, ὅτι ἐπεσκεμμέναι εἰσὶν καί εἰσιν ἄξιαι τοῦ πλήθους, ὡς ἐάν τι ἀπολίπωσι τῶν καθηκόντων …ωσιν συνεκτείσοντες, ἐὰν δὲ ἀναπληρώσωσι τὰς ὠνὰς ……σύμβολα …ν…ν ὅ τε ἐπιμελητὴς καὶ ὁ οἰκονόμος καὶ ὁ βασιλικὸς γραμματεὺς καὶ ἀνοίσουσιν …ὃς δʼ ἂν ἄλλως οἰκονομῆι ……περὶ ταῦτα κα… ἀποτείσει εἰς τὸ βασιλικὸν καθʼ ἕκαστον ἀδίκημα τάλαντα ε καὶ πρὸς τὸν διοικητὴν καταποσταλήσεται μετὰ φυλακῆς. ἐὰν δέ τινες ἄνευ τῆς τῶν προγεγραμμένων γνώμης διεγγυήσωσιν, τὰ ληφθέντα ὑπάρξει εἰς τὴν ἔκληψιν καὶ ἀναγκασθήσεται προσδιεγγυᾶν τοῦ παρομολογηθέντος ἐὰν δὲ οἱ λαβόντες τὰ σύμβολα τῆς διεγγυήσεως μὴ ἐπανενέγκωσιν ἐπὶ τὴν τράπεζαν, ἀποτείσουσιν ἑκάστου συμβόλου ἕκαστος αὐτῶν τάλαντον α καὶ οὐθὲν ἧσσον ἀναγκασθήσονται ἀποκαταστῆσαι τὰ σύμβολα ἐπὶ τὴν τράπεζαν.