Ancient Greek
112.r8.8 to 112.v.2
Documentary Papyri, Upz 1 112.r8.8-112.v.2
Not analysed yet
ἐὰν δʼ ὑπερβόλιον ἐνεστήκηι, ἕως τοῦ λυθῆναι. οἱ δὲ τραπεζῖται ἀνοίσουσιν ἐν μὲν ταῖς καθʼ ἡμέραν ἐφημερίσιν ἐπὶ τῆς διαγραφῆς τοῦ τέλους, ὅτι ἔκκειται εἰς ὑπερβόλιον, ἐν δὲ τοῖς μηνιείοις τὸ καθʼ ἓν τῶν ἐπὶ τὰς δέκα ἡμέρας ἐκκειμένων. ἐὰν δʼ ἐπί τινων μὴ ἐκτεθῆι μηδὲ τῶι διοικητῆι καὶ τῶι ἐπιμελητῆι παραχρῆμα ἀνενέγκωσιν, πραχθήσονται ἑκάστου εὑρέματος τὸ πωλούμενον τέλος πενταπλοῦν. ἐὰν δʼ οἱ τελῶναι καὶ οἱ ἀντιγραφεῖς μὴ ποιῶσιν καθὼς προγέγραπται, καταποσταλήσονται πρὸς τὸν διοικητὴν μετὰ φυλακῆς καὶ τὰ ἴδια αὐτῶν ἀναληφθήσεται εἰς τὸ βασιλικόν, οὕτως γὰρ τῶι τε βασιλεῖ τὸ δέον ἔσται οἵ τε βουλόμενοι κτήσασθαί τι τῶν καιως …οὐ στερηθήσονται τοῦ τοιούτου. ἔχω παραθήκην ἔπος δʼ ἐφώνησε τόδε