Ancient Greek
112.r5.12 to 112.r8.7
Documentary Papyri, Upz 1 112.r5.12-112.r8.7
Not analysed yet
τῶν δὲ καταβολῶν σύμβολα λαμβανέτωσαν παρὰ τοῦ τραπεζίτου ὑπογραφὰς ἔχοντα παρὰ τῶν ἐπακολουθούντων. ἐὰν δʼ ἄλλως οἰκονομῶσιν, ἄκυροι αὐτοῖς ἔσονται αἱ δόσεις. τῶν δὲ πρὸς ἀργύριον ὠνῶν προσδιαγράψουσιν ἀλλαγὴν ὡς τῆς μνᾶς ι διώβολον ἡμιωβέλιον καὶ καταγώγιον τριώβολον καὶ εἰς τιμὴν σπυρίδων καὶ τὰ ἄλλα ἀνηλώματα α τριώβολον ἡμιωβέλιον ὥστʼ εἶναι ιβ τριώβολον καὶ τῶν πρὸς χαλκὸν ἰσόνομον ζυτηρᾶς μὲν χωρὶς τῆς ὑποκειμένης εἰς τὴν ἐπισκευὴν δραχμῆς α καὶ εἰς τὸ καταγώγιον ἄλλας β ὥστʼ εἶναι γ, τῶν δὲ λοιπῶν ὠνῶν τῶν πρὸς χαλκὸν ἰσόνομον χωρὶς τῶν ἀπὸ τοῦ χειρισμοῦ …καὶ εἰς τιμὴν σπυρίδων καὶ τὰ ἄλλα ἀνηλώματα δραχμ …. ἐὰν δέ τινες τῶν τελωνῶν πλείους ὠνὰς ἐγλάβωσι καὶ ἔν τισιν μὲν ἐπιγένημα ποιῶσιν, ἔν τισιν δʼ ἀπολείπωσιν, ἀντιλογισθήσεται τὰ ἐπιγενήματα ταῖς ἐγδείαις χωρὶς τοῦ ἐγκυκλίου. ὅσοι δʼ ἂν μὴ τὰ δίκαια ποιῶσι καὶ μὴ προσδιεγγυήσωσιν τοῦ ὀφειλήματος, τούτων ἑτέροις αἱ ὠναὶ ἐπαναπραθήσονται τοῦ εὑρίσκοντος καὶ τό τε ὀφείλημα καὶ τὸ ἀφεύρεμα πραχθήσονται. τοῖς δʼ ἂν ἐγλαβοῦσι τὰς ὠνὰς οὐθεὶς μεθέξει πλὴν τῶν ἐπὶ τῆς πράσεως συνκαταγραφησομένων. ἐὰν δὲ παρὰ ταῦτα ποιήσωσιν, ὅ τε μεταδοὺς ἀποτείσει ἐπίτιμον τάλαντα κ καὶ ὁ μεταλαβὼν τάλαντα κ. Θέων ἐὰν δέ τινες πρὸς τὰς ἐγλήψεις ὀφείλωσιν, ἡ πρᾶξις ἔσται ἐξ ἑνὸς καὶ ἐκ πάντων. ἀτελῆ δʼ ἔσται, ἃ ἦν ἕως τοῦ α ἔτους. ἐὰν δέ τινες ἀτέλειαι διδῶνται ὑπὸ τοῦ βασιλέως χωρὶς τῶν ὑπαρχουσῶν, τὸ καθῆκον τέλος παραδεχθήσεται ἐκ τῶν ἀνενηνεγμένων γενημάτων ἕως τοῦ α ἔτους. ἐὰν δέ τις ἀπὸ τῶν ὑπαρχουσῶν ἀναληφθῇ, προσαχθήσεται τὰ καθήκοντα τέλη τῆι ἐγλήμψει. καὶ ἀν… παραγενομένου ἢ δυνάμεις ἀποστείλαντος …κρίνηται ἐπαναπωλεῖσθαι τὰς ὠνὰς η… …νεικος …μενα ἐν αὐτοῖς …ώσονται …θήσονται …εληλυθότος …ὑπάρχουσαν …ἐν τοῖς μετα …ται εἰς τὰ …τινες μὴ ὀφει… οἱ τὴν ὠνὴν ἐγλαβόντες …νες ἦσαν …υμένων …ν τῆι τούτων …ὑπάρχουσιν ἐν τοῖς …κια κατὰ τοὺς ……τοῖς ἐγλαβοῦσι …ὑπερ ……ντα …τιν ἐφʼ ἡμέρας δέκα εἰς ὑπερβόλιον τῶν τιμήσεων κατὰ τὸ διάγραμμα ποιήσονται καθʼ ἡμέραν τὰς ἐκθέσεις πρὸς τοῖς τελωνίοις, ὁμοίως δὲ καὶ πρὸς τοὺς ἀντιγραφέας …οὐκ ἐμφανίζοντες τοῦ ἠγορακότος τὸ ὄνομα καὶ διὰ τῶν τραπεζιτῶν πρὸς τῆι τραπέζηι ἐπὶ τὰς διὰ τοῦ διαγράμματος δηλουμένας ἡμέρας δέκα καὶ ἀεὶ τῆι δεκάτηι ἡμέραι παραμενοῦσι ἕως τῆς ἐσχάτης ὥρας τῆς ἡμέρας