Ancient Greek
UPZ 1 121
Documentary Papyri, Upz 1 121
Not analysed yet
τοῦ κε Ἐπεὶφ ιϛ Ἀριστογένου τοῦ Χρυσίππου Ἀλαβανδέως πρεσβευτοῦ παῖς ἀνακεχώρηκεν ἐν Ἀλεξανδρείαι, ὧι ὄνομα Ἕρμων, ὃς καὶ Νεῖλος καλεῖται, τὸ γένος Σύρος ἀπὸ Βαμβύκης ὡς ἐτῶν ιη, μεγέθει μέσος, ἀγένειος, εὔκνημος, κοιλογένειος, φακὸς παρὰ ῥῖνα ἐξ ἀριστερῶν, οὐλὴ ὑπὲρ χαλινὸν ἐξ ἀριστερῶν, ἐστιγμένος τὸν δεξιὸν καρπὸν γράμμασι βαρβαρικοῖς δυσίν ,ἔχων χρυσίου ἐπισήμου μναιεῖα γ, πίνας ι, κρίκον σιδηροῦν, ἐν ὧι λήκυθος καὶ ξύστραι, καὶ περὶ τὸ σῶμα χλαμύδα καὶ περίζωμα. τοῦτον ὃς ἂν ἀναγάγῃ, λήψεται χαλκοῦ τάλαντα γ ἐφʼ ἱεροῦ δείξας τάλαντον β, παρʼ ἀνδρὶ ἀξιοχρέωι καὶ δωσιδίκωι τάλαντα ε. μηνύειν δὲ τὸν βουλόμενον τοῖς παρὰ τοῦ στρατηγοῦ. ἔστιν δὲ καὶ ὁ συναποδεδρακὼς αὐτῶι Βίων δοῦλος Καλλικράτου τῶν περὶ αὐλὴν ἀρχυπηρετῶν, μεγέθει βραχύς, πλατὺς ἀπὸ τῶν ὤμων, κατάκνημος, χαροπός, ὃς καὶ ἔχων ἀνακεχώρηκεν ἱμάτιον καὶ ἱματίδιον παιδαρίου καὶ σεβίτιον γυναικεῖον ἄξιον ταλάντων ϛ καὶ χαλκοῦ Ε. τοῦτον ὃς ἂν ἀναγάγῃ, λήψεται ὅσα καὶ ὑπὲρ τοῦ προγεγραμμένου. μηνύειν δὲ καὶ ὑπὲρ τούτου τοῖς παρὰ τοῦ στρατηγοῦ.