Ancient Greek
UPZ 1 122
Documentary Papyri, Upz 1 122
Not analysed yet
Ποσειδωνίωι ἀρχισωματοφύλακι καὶ στρατηγῶι παρʼ Ἁρμάιος βασιλικοῦ γεωργοῦ τῶν ἐκ Πααναμεὺς τοῦ Ἡρακλεοπολίτου. εἰθισμένος ἔρχεσθαι εἰς τὸ πρὸς Μέμφει μέγα Σαραπιεῖον κατʼ ἐνιαυτόν, ὅπως θυσιάσω, τοῦ δὲ κε ἔτους Ἁθὺρ κη θυσιάσαντός μου κατέλυσα ἐν τῶι Ἀνουβιείωι. τῆι δὲ κθ ἀναβάντος σου εἰς τὸ Ἀνουβιεῖον ἐπὶ τοὺς λῃστὰς καὶ εὐλαβῶς μου σχόντος καὶ βουλομένου ἀναχωρῆσαι εἰς τὸ Σαραπιεῖον, τῶν μετὰ σοῦ τις ἐν τῶι θορύβωι βουλόμενός μου περιελέσθαι τὸ ἱμάτιον καὶ ἐμοῦ ἀντιποιουμένου σπασάμενος λέπει με τῆι μαχαίραι εἰς τὸ σκέλος, ὥστε χωλὸν ἕως τοῦ νῦν μʼ εἶναι. διὸ ἀξιῶ, ἐπεὶ σὺν τοῖς θεοῖς καὶ τῆι σῆι τύχηι ἐκ θανάτου σέσωμαι, ἐὰν φαίνηται, συντάξαι τοῖς παρά σου μὴ κωλύειν με, ἐὰν βούλωμαι ἐπανάγειν εἰς τὴν κώμην διὰ τὸ χωλὸν ὄντα τοῖς ἀναγκαίοις θλίβεσθαι, ὅπως μὴ ὑπὸ τῆς λιμοῦ διαλυθῶ. τούτου γὰρ γενομένου ἔσομαι τετευχὼς τῆς παρά σου βοηθείας εὐτύχει.