Ancient Greek
UPZ 1 2
Documentary Papyri, Upz 1 2
Not analysed yet
Διονυσίωι τῶν φίλων καὶ στρατηγῶι παρὰ Ἁρμάιος τῶν ἐν τῶι μεγάλωι Σαραπιείωι ὄντων ἐν κατοχῆι ἔτος πέμπτον, διαζῶντος δὲ καὶ ἀφʼ ὧν ἐπαιτῶ ἐν τῶι ἱερῶι. ἀδικοῦμαι ὑπὸ Νεφόριτος τῶν ἀπὸ Μέμφεως. τοῦ γὰρ ταύτης θυγατρίου Ταθήμιος συνδιατρίβοντος ἐν τῶι ἱερῶι, διαιτωμένου δὲ καὶ ἐξ ὧν ἐλόγευεν διαδομάτων, συναγαγούσης δὲ αὐτῆς χαλκοῦ Ατ καὶ δούσης μοι αὐτὰς παραθήκην, μετὰ δέ τινα χρόνον τῆς Νεφόριτος παραλογισαμένης με καὶ προενεγκαμένης τὴν Ταθῆμιν ὥραν ἔχειν ὡς ἔθος ἐστὶν τοῖς Αἰγυπτίοις περιτέμνεσθαι, ἀξιωσάσης τʼ ἐμὲ δοῦναι αὐτῆι τὰς Ατ, ἐφʼ ὧι τοῦτο ἐπιτελέσασα ἱματιεῖ αὐτὴν καὶ ἐὰν ἐγδῶται αὐτὴν ἀνδρὶ φερνιεῖ, ἐὰν δὲ μὴ ποιῆι ἕκαστον τούτων ἢ καὶ μὴ περιτέμηι τὴν Ταθῆμιν ἐν τῶι Μεχεὶρ μηνὶ τοῦ ιη ἔτους, ἀποτείσει μοι παραχρῆμα χαλκοῦ Βυ, ἐφʼ οἷς συγχωρήσαντός μου καὶ δόντος αὐτῆι ἐν τῶι Θῶυθ μηνὶ τὰς Ατ δραχμὰς, οὐδὲν τῶν διωμολογημένων πεποίηκεν, διʼ ἣν αἰτίαν περισπώμενος ὑπὸ τῆς Ταθήμιος καὶ ἀπαιτούμενος τὰς Ατ συμβαίνει μὴ δύνασθαι καταβῆναι εἰς Μέμφιν πρὸς ἀναγκαίας χρείας. ἀξιῶ οὖν σε μὴ ὑπεριδεῖν με περισπώμενον μισοπονηρῆσαί τε καὶ ἐφʼ οἷς διαπέπρακται ἐπὶ παραλογισμῶι, ἐάν σοι φαίνηται, συντάξαι ἀνακαλέσασθαι αὐτὴν ἐπὶ σὲ καὶ ἂν ἦι οἷα γράφω, ἐπαναγκάσαι παραχρῆμα τὰ δίκαιά μοι ποιῆσαι, ὅπως καὶ αὐτὸς τῆι Ταθήμει ἀποδοὺς μὴ περισπῶμαι. τούτου δὲ γενομένου τεύξομαι βοηθείας. εὐτύχει.