Ancient Greek
UPZ 1 3
Documentary Papyri, Upz 1 3
Not analysed yet
βασιλεῦσι Πτολεμαῖος Γλαυκίου Μακεδὼν τῶν ἐν κατοχῇ ὄντων ἐν τῷ πρὸς Μέμφιν μεγάλῳ Σεραπιείῳ ἔτος τοῦτο ἔνατον. τοῦ ζ ἔτους Θῶθυ καταφυγούσης τινὸς ὀνόματι Ἡρακλείας εἰς τὸ προγεγραμμένον ἱερὸν καὶ οὔσης …λειτουργούσης μοι μηθένα τέκνον ποιησαμένου μου αὐτὴν καὶ …πᾶν τὸ ἑξῆς, τῶν δʼ ἐκ τοῦ ἱεροῦ ῥαβδοῦχός τις Ζωίλος λαβὼν παρά τινων διάφορον καὶ τ… τοῦ κορασίου καὶ τῷ μὴ δύνασθαί με ἐξελθεῖν ἐκ τοῦ ἱεροῦ παρέδωκε τῶν ἐκ Μέμφεως στρατιωτῶν τινι …. διὸ δέομαι οὖν ὑμῶν τῶν μεγίστων θεῶν Σωτήρων Εὐεργετῶν μὴ περιιδεῖν καταδουλοῦντα αὐτὸν τὴν δηλουμένην Ἡράκλειαν, ἔτι δὲ καὶ παρὰ τὸ καθῆκον ἐκσπάσαντα αὐτὴν ἐκ τοῦ ἱεροῦ, ἀλλʼ, ἐὰν ὑμῖν φαίνηται …,…