Ancient Greek
UPZ 1 31
Documentary Papyri, Upz 1 31
Not analysed yet
Πτολεμαῖος Πτολεμαίου Μακεδὼν τῆς ἐπιγονῆς Δημητρίωι Σώσου Κρητὶ τῶν πρότερον Εὐμήλου τακτομίσθῳ χαίρειν. ὁμολογῶ ἀπέχειν παρὰ σοῦ τὴν ἐκτεθεῖσαν σύνταξιν ἐκ τοῦ βασιλικοῦ εἰς τὰς διδύμας …ἐλαίου σησαμίνου μετρητὰς β τοῦ τε ιη ἔτους καὶ ιθ ἔτους, ἐφʼ οἷς εὐδοκῶ καὶ μή σοι ἐπέλθω καὶ οὔτε ἄλλος ὑπὲρ ἐμοῦ οὔτε ὑπὲρ τῶν διδυμῶν· ἐὰν τέ τις ἐπὶ σὲ ἐπέλθῃ, ἀποστήσω αὐτὸν ἐπάναγκον καὶ ἀνεπιεικὲς καὶ ἡ ἔφοδός μου ἄκυρος ἔστω καὶ προσαποτίσω σοι τήν τε τιμὴν οὗ ἔχω παρὰ σοῦ σὺν ἡμιολίαι καὶ ἱερὰς τῷ βασιλεῖ καὶ τῆι βασιλίσσηι ἀργυρίου δραχμὰς εἴκοσι. ἔτους κ Ἁθὺρ κζ. Πτολεμαίωι τῷ ἀδελφῶι χαίρειν.