Ancient Greek
UPZ 1 32
Documentary Papyri, Upz 1 32
Not analysed yet
Μεννίδει παρὰ Πτολεμαίου Μακεδόνος τῶν ἐν τῶι μεγάλωι Σαραπιείῳ ἐν κατοχῇ καὶ παρὰ Ταυῆτος καὶ Ταῦτος τῶν πρὸς τῆι θεραπείαι τοῦ Σαράπιος καὶ τῆς Ἴσιος διδυμῶν. τὸ εἰθισμένον ἡμῖν δίδοσθαι ἔλαιον καὶ κῖκι κατʼ ἐνιαυτόν, ἐλαίου μὲν μετρητὴν α καὶ κίκιος μετρητὴν α, ἃ κεχρημάτικας ἡμῖν καὶ σὺ ἀντὶ τῶν δύο μετρητῶν τοῦ κίκιος μετρητὴν σησαμίνου ἐλαίου, ἐπεὶ οὖν σὺ μὲν γέγραφας ἡμῖν ἀποδοῦναι τὰ ὀφειλόμενα τοῦ ιη ἔτους καὶ ιθ ἔτους καθότι ἠξιώκαμεν τὸν βασιλέα καὶ τὴν βασίλισσαν, οἱ δὲ παρὰ Δωρίωνος γραμματεῖς οὐκ ἀποδεδώκασιν ἡμῖν ὃν ἔγραψας ἡμῖν ἀποδοῦναι ἀντὶ τῶν δύο μετρητῶν τοῦ κίκιος ἐλαίου μετρητὴν α ἀποστεροῦντες ἡμᾶς, ἀξιοῦμέν σε ἀναγκάσαι αὐτοὺς ἀποδοῦναι ἡμῖν. τούτου γὰρ γενομένου χαριεῖ Σαράπι καὶ τῇ Εἴσι καὶ πᾶσιν τοῖς θεοῖς. εὐτύχει.