Ancient Greek
UPZ 1 34
Documentary Papyri, Upz 1 34
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδόνος τῶν ἐν κατοχῇ ὄντων ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος τοῦτο ἑνδέκατον καὶ τῶν διδυμῶν. ἀπέδωκά σοι τὴν παρὰ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης κεχρηματισμένην τῶν διδυμῶν ἔντευξιν ὑπὲρ τῶν καθηκόντων αὐταῖς κατʼ ἐνιαυτὸν καὶ συνέταξας ἀποδοῦναι τὸ τοῦ ιη καὶ τοῦ ιθ ἔλαιον καὶ κῖκι ἐξενιαύτου ἐλαίου μετρητὴν α καὶ κίκιος μετρητὴν α. περὶ μὲν οὖν τούτων δῶι σοι ὁ Σάραπις καὶ ἡ Εἶσις ἐπαφροδισίαν χάριν μορφὴν πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διʼ ἣν ἔχεις πρὸς τὸ θεῖον ὁσιότητα. προσδεόμενος δʼ ἔτι τυχεῖν καὶ ἐν τούτοις συνεργείας ἀξιῶ σε, ἐπεὶ προορῶμαι μήποτε χωρισθέντος σου εἰς τοὺς ἄνω τόπους οὐ λάβωσιν αἱ δίδυμαι τὰ τοῦ εἰκοστοῦ ἔτους ἔλαιον καὶ κῖκι, νομίσαντα ὅτι σὺ ἰδίαι χρηματίζεις αὐταῖς γράψαι Μεννίδει τῶι ἐπιμελητῇ ἀποδοῦναί μοι καὶ τούτου τοῦ ἔτους τὸν καθήκοντα ἐλαίου μετρητὴν καὶ κίκιος μετρητὴν μηδὲν ἀντιπεσόντα. σοὶ δὲ γίνοιτο ἀνθʼ ὧν πρὸς τὸ θεῖον ὁσίως διάκεισαι καὶ τῶν ἱεροδούλων καὶ τῶν ἐν τῷ ἱερῶι πάντων ἀντιλαμβάνηι ἐπαφροδισία χάρις μορφὴ εὐημερία καὶ ἐν τοῖς ἄλλοις εὐτυχία εὐτύχει.