Ancient Greek
UPZ 1 33
Documentary Papyri, Upz 1 33
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου Μακεδώνος τῶν ἐν κατοχῆι ὄντων ἐν τῶι μεγάλωι Σαραπιείωι ἔτος τοῦτο ἑνδέκατον καὶ τῶν διδυμῶν. ἀπέδωκά σοι τὴν παρὰ τοῦ βασιλέως καὶ τῆς βασιλίσσης κεχρηματισμένην τῶν διδυμῶν ἔντευξιν ὑπὲρ τῶν καθηκόντων αὐταῖς κατʼ ἐνιαυτὸν καὶ συνέταξας ἀποδοῦναι τὸ τοῦ ιη καὶ ιθ ἔτους ἐλαίου σησαμίνου καὶ κίκιος κατʼ ἐνιαυτὸν ἐλαίου σησαμίνου μετρητὴν α καὶ κίκιος μετρητὴν α. περὶ μὲν οὖν τούτων δῷ σοι ὁ Σάραπις καὶ ἡ Εἶσις ἐπαφροδισίαν χάριν μορφὴν πρὸς τὸν βασιλέα καὶ τὴν βασίλισσαν διʼ ἣν ἔχεις πρὸς τὸ θεῖον ὁσιότητα. προσδεόμενος δʼ ἔτι τυχεῖν καὶ ἐν τούτοις συνεργείας ἀξιῶ σε, ἐπεὶ προορῶμαι μήποτε χωρισθέντος σου εἰς τοὺς ἄνω τόπους οὐ λάβωσιν αἱ δίδυμαι τὸ τοῦ εἰκοστοῦ ἔτους ἔλαιον σησαμίνου μετρητὴν α καὶ κίκιος μετρητὴν α νομίσαντα ὅτι σὺ ἰδ Α