Ancient Greek
UPZ 1 45
Documentary Papyri, Upz 1 45
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Πτολεμαίου τοῦ Γλαυκίου Μακεδόνος τοῦ τῶν ἐν τῶι μεγάλωι Σαραπιείωι διδυμῶν, ὄντος δʼ ἐν κατοχῆι ἔτος ἤδη ἑν- δέκατον καὶ παρʼ αὐτῶν τῶν διδυμῶν Ταυῆτος καὶ Ταοῦτος. προσοφειλομένων ἡμῖν πρὸς τὴν γινομένην σύνταξιν ὀλυρίνην πρὸς μὲν τὸ ιη ἔτος τῆς θερινῆς ἑξαμήνου καὶ τοῦ ιθ ἔτους ὁμοίως, ἀποστερουμένων δὲ καὶ ὑπὸ τῶν προεστηκότων τοῦ Ἀσκληπιείου τῶν γινομένων ἡμῖν ἐκεῖθεν καθὼς καὶ αἱ πρότερον ἐλάμβανον, ἀξιοῦμέν σε ὡς καὶ ἐν ἄλλοις ἡμῶν ἀντειλημμένον, ἀνθʼ ὧν ὁ Σάραπις καὶ ἡ Ἶσις ἀντιλάβοιντο καὶ σοῦ καθʼ ἣν ἔχεις εὐσέβειαν, μὴ ὑπεριδεῖν ἡμᾶς θλιβομένας, ἀλλʼ ἐπεὶ συνάγεται ἡμῖν τὰ προσοφειλόμενα τῶν β ἐτῶν ὀλυρῶν ἀνʼ ἀρτάβας π χωρὶς τῶν τοῦ κ ἔτους καὶ τῶν ἐκ τοῦ Ἀσκληπιείου τῶν πρότερον ταῖς πρὸ ἡμῶν διδύμαις ἀξιοῦμέν σε συντάξαι οἷς καθήκει ἀποδοῦναι ἡμῖν τὰ προγεγραμμένα καὶ εἰς τὸ λοιπὸν εὐτακτεῖν. τούτου δὲ γενομένου τευξόμεθα τῆς διὰ σὲ ἀντιλήψεως. εὐτύχει.