Ancient Greek
UPZ 1 46
Documentary Papyri, Upz 1 46
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοκητῆι παρὰ Θαυῆτος καὶ Θαοῦτος διδυμῶν τῶν λειτουργουσῶν ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι. καὶ πρότερον μὲν ἐπεδώκαμέν σοι ὑπόμνημα ὑπὲρ τοῦ μὴ εἰληφέναι παρὰ τῶν ἱερέων τὴν καθήκουσαν ἡμῖν δίδοσθαι κατʼ ἐνιαυτὸν εἰς τὰ δέοντα ὄλυραν, ἀφʼ οὗ καὶ ἔγραψας Μεννίδει τῶι ἐπιμελητῆι ἀποδοῦναι ἡμῖν. τούτου δὲ ἐπιστείλαντος Ψινταῆι τῶι ἐπιστάτηι τῶν ἱερῶν οὐδένα λόγον ποιεῖται, ἡμεῖς δὲ ἐν τῶι μεταξὺ διαλυόμεναι τῶι λιμῶι κινδυνεύομεν τὸ ἱερὸν ἐγλιπεῖν. ἐπεὶ οὖν ἐκ μὲν τοῦ βασιλικοῦ κεχρημάτισται τοῖς προεστηκόσι τῶν ἱερῶν καὶ εἰς ἡμᾶς ἡ ὄλυρα ἀπὸ τοῦ ιη ἕως τοῦ ιθ ἔτους, ἡμεῖς δὲ οὔτε τὴν ὄλυραν οὔτε τὴν καθήκουσαν ἀντʼ αὐτῆς δίδοσθαι ἡμῖν ἐκ τοῦ ἱεροῦ σύνταξιν τῶν κυλληστίων κεκομίσμεθα, οὐτε τὴν ἐκ τοῦ Ἀσκληπίου τῶν κυλληστίων ἀπὸ τοῦ ϛ ἔτους δεόμεθά σου μετʼ ἱκετείας, καθότι οὐ διαλείπεις ἡμῶν ἀντιλαμβανόμενος, καὶ ἐν τούτοις βοηθὸν γενόμενον ἀνακαλεσάμενον Ψινταῆν τὸν ἐπιστάτην τῶν ἱερῶν ἐπαναγκάσαι ἀποδοῦναι ἡμῖν παραχρῆμα τὰς ὀφειλομένας ἡμῖν τοῦ ιη καὶ ιθ ἔτους ὀλύρης ἀρτάβας ρξ καὶ τὴν ἐκ τοῦ Ἀσκληπίου σύνταξιν διαλογισαμένους. κομισάμεναι γὰρ ταύτας λειτουργήσομεν διὰ σὲ προθύμως ἐν τῶι ἱερῶι. εὐτύχει. Μεννίδει τῶι ἐπιμελητῆι χρηματίσαι αὐταῖς ὄντα ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι.