Ancient Greek
UPZ 1 48
Documentary Papyri, Upz 1 48
Not analysed yet
Σαραπίωνι τῶν διαδόχων καὶ ὑποδιοικητῆι παρὰ Θαῆτος καὶ Θαοῦτος διδυμῶν τῶν λειτουργουσῶν ἐν τῶι πρὸς Μέμφει μεγάλωι Σαραπιείωι. καὶ πρότερον μὲν ἐπεδώκαμέν σοι ὑπόμνημα ὑπὲρ τοῦ μὴ εἰληφέναι παρὰ τῶν ἱερέων τὴν καθήκουσαν ἡμῖν δίδοσθαι κατʼ ἐνιαυτὸν εἰς τὰ δέοντα ὄλυραν, ἀφʼ οὗ καὶ ἔγραψας Μεννίδει τῶι ἐπιμελητῆι ἀποδοῦναι ἡμῖν. τούτου δὲ ἐπιστείλαντος Ψινθαῆι τῶι ἐπιστάτηι τῶν ἱερῶν οὐδένα λόγον ποιεῖται, ἡμεῖς δʼ ἐν τῶι μεταξὺ διαλυόμεναι ἐν τῶι λιμῶι